previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[6]

φησὶ δ᾽ Ἔφορος τὸ πρῶτον κτίσμα εἶναι Κρητικόν, ὑπὲρ τῆς θαλάττης τετειχισμένον, ὅπου νῦν πάλαι Μίλητος ἔστι, Σαρπηδόνος ἐκ Μιλήτου τῆς Κρητικῆς ἀγαγόντος οἰκήτορας καὶ θεμένου τοὔνομα τῇ πόλει τῆς ἐκεῖ πόλεως ἐπώνυμον, κατεχόντων πρότερον Λελέγων τὸν τόπον: τοὺς δὲ περὶ Νηλέα ὕστερον τὴν νῦν τειχίσαι πόλιν. ἔχει δὲ τέτταρας λιμένας νῦν, ὧν ἕνα καὶ στόλῳ ἱκανόν. πολλὰ δὲ τῆς πόλεως ἔργα ταύτης, μέγιστον δὲ τὸ πλῆθος τῶν ἀποικιῶν: τε γὰρ Εὔξεινος πόντος ὑπὸ τούτων συνῴκισται πᾶς καὶ Προποντὶς καὶ ἄλλοι πλείους τόποι. Ἀναξιμένης γοῦν Λαμψακηνὸς οὕτω φησὶν ὅτι καὶ Ἴκαρον τὴν νῆσον καὶ Λέρον Μιλήσιοι συνῴκισαν καὶ περὶ Ἑλλήσποντον ἐν μὲν τῇ Χερρονήσῳ Λίμνας, ἐν δὲ τῇ Ἀσίᾳ Ἄβυδον Ἄρισβαν Παισόν, ἐν δὲ τῇ Κυζικηνῶν νήσῳ Ἀρτάκην Κύζικον, ἐν δὲ τῇ μεσογαίᾳ τῆς Τρῳάδος Σκῆψιν: ἡμεῖς δ᾽ ἐν τοῖς καθ᾽ ἕκαστα λέγομεν καὶ τὰς ἄλλας τὰς ὑπὸ τούτου παραλελειμμένας. οὔλιον δ᾽ Ἀπόλλωνα καλοῦσί τινα καὶ Μιλήσιοι καὶ Δήλιοι, οἷον ὑγιαστικὸν καὶ παιωνικόν: τὸ γὰρ οὔλειν ὑγιαίνειν, ἀφ᾽ οὗ καὶ τὸ οὐλὴ καὶ τόοὖλέ τε καὶ μέγα χαῖρε.’ ἰατικὸς γὰρ Ἀπόλλων: καὶ Ἄρτεμις ἀπὸ τοῦ ἀρτεμέας ποιεῖν: καὶ Ἥλιος δὲ καὶ Σελήνη συνοικειοῦνται τούτοις, ὅτι τῆς περὶ τοὺς ἀέρας [p. 887] εὐκρασίας αἴτιοι: καὶ τὰ λοιμικὰ δὲ πάθη καὶ τοὺς αὐτομάτους θανάτους τούτοις ἀνάπτουσι τοῖς θεοῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: