previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[27]

περὶ δὲ τῆς τρίτης σφραγῖδος καὶ ἄλλα μέν τινα ἁμαρτήματα ποιεῖ, περὶ ὧν ἐπισκεψόμεθα, δὲ Ἵππαρχος προφέρει αὐτῷ, οὐ πάνυ. σκοπῶμεν δ᾽ λέγει. βουλόμενος γὰρ βεβαιοῦν τὸ ἐξ ἀρχῆς, ὅτι οὐ μεταθετέον τὴν Ἰνδικὴν ἐπὶ τὰ νοτιώτερα, ὥσπερ Ἐρατοσθένης ἀξιοῖ, σαφὲς ἂν γενέσθαι τοῦτο μάλιστά φησιν ἐξ ὧν αὐτὸς ἐκεῖνος προφέρεται: τὴν γὰρ τρίτην μερίδα κατὰ τὴν βόρειον πλευρὰν εἰπόντα ἀφορίζεσθαι ὑπὸ τῆς ἀπὸ Κασπίων πυλῶν ἐπὶ τὸν Εὐφράτην γραμμῆς σταδίων μυρίων οὔσης, μετὰ ταῦτα ἐπιφέρειν ὅτι τὸ νότιον πλευρὸν τὸ ἀπὸ Βαβυλῶνος εἰς τοὺς ὅρους τῆς Καρμανίας μικρῷ πλειόνων ἐστὶν ἐνακισχιλίων, τὸ δὲ πρὸς δύσει πλευρὸν ἀπὸ Θαψάκου παρὰ τὸν Εὐφράτην ἐστὶν εἰς Βαβυλῶνα τετρακισχίλιοι ὀκτακόσιοι στάδιοι, καὶ ἑξῆς ἐπὶ τὰς ἐκβολὰς τρισχίλιοι, τὰ δὲ πρὸς ἄρκτον ἀπὸ Θαψάκου τὸ μὲν ἀπομεμέτρηται μέχρι χιλίων ἑκατόν, τὸ λοιπὸν δ᾽ οὐκέτι. ‘ἐπεὶ τοίνυνφησίτὸ μὲν βόρειόν ἐστι πλευρὸν τῆς τρίτης μερίδος ὡς μυρίων, δὲ τούτῳ παράλληλος ἀπὸ Βαβυλῶνος εὐθεῖα μέχρι ἀνατολικοῦ πλευροῦ συνελογίσθη μικρῷ [p. 107] πλειόνων ἐνακισχιλίων, δῆλον ὅτι Βαβυλὼν οὐ πολλῷ πλείοσιν χιλίοις σταδίοις ἐστὶν ἀνατολικωτέρα τῆς κατὰ Θάψακον διαβάσεως.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: