This text is part of:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[188]
Πόλις δ᾽ ἐστὶν αὕτη τῆς Γαλιλαίας παράλιος κατὰ τὸ μέγα
πεδίον ἐκτισμένη, περιέχεται δὲ ὄρεσιν ἐκ μὲν τοῦ πρὸς ἀνατολὴν
κλίματος ἀπὸ σταδίων ἑξήκοντα τῷ τῆς Γαλιλαίας, ἀπὸ δὲ τοῦ
μεσημβρινοῦ τῷ Καρμήλῳ διέχοντι σταδίους ἑκατὸν εἴκοσι, τῷ δ᾽
ὑψηλοτάτῳ κατ᾽ ἄρκτον, ὃ καλοῦσιν κλίμακα Τυρίων οἱ ἐπιχώριοι:
[189]
καὶ τοῦτο δὲ σταδίους ἀφέστηκεν ἑκατόν. τοῦ δ᾽ ἄστεος ὅσον ἀπὸ
δύο σταδίων ὁ καλούμενος Βήλεος ποταμὸς παραρρεῖ παντάπασιν
ὀλίγος, παρ᾽ ᾧ τὸ Μέμνονος μνημεῖόν ἐστιν ἔχον ἐγγὺς αὐτοῦ τόπον
ἑκατονταπήχη θαύματος ἄξιον:
[190]
κυκλοτερὴς μὲν γάρ ἐστιν καὶ κοῖλος,
ἀναδίδωσιν δὲ τὴν ὑελίνην ψάμμον, ἣν ὅταν ἐκκενώσῃ πολλὰ πλοῖα
προσσχόντα, πάλιν ἀντιπληροῦται τὸ χωρίον, κατασυρόντων μὲν
ὥσπερ ἐπίτηδες τότε τῶν ἀνέμων εἰς αὐτὸ τὴν ἔξωθεν ἀργὴν ψάμμον,
τοῦ δὲ μετάλλου πᾶσαν εὐθέως μεταβάλλοντος εἰς ὕελον.
[191]
θαυμασιώτερον
δὲ τούτου μοι δοκεῖ τὸ τὴν ὑπερχυθεῖσαν ὕελον ἐκ τοῦ τόπου
πάλιν ψάμμον γίνεσθαι εἰκαίαν. τὸ μὲν οὖν χωρίον τοῦτο τοιαύτην
εἴληχεν φύσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.