previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[449]

Τοῖς δ᾽ ἀφόρητος ἦν μεταβολή, καὶ τὸν ἐξ ἰδιώτιδος μητρὸς ὁρῶντες προκόπτοντα διὰ τὴν ἑαυτῶν εὐγένειαν οὐκ ἐκράτουν τῆς ἀγανακτήσεως, ἐφ᾽ ἑκάστου δὲ τῶν ἀνιαρῶν τὴν ὀργὴν ἐξέφαινον, [450] ὥσθ᾽ οἱ μὲν καθ᾽ ἡμέραν προσίσταντο μᾶλλον, δ᾽ Ἀντίπατρος ἤδη καὶ δι᾽ αὑτὸν ἐσπουδάζετο, δεινότατος μὲν ὢν ἐν ταῖς πρὸς τὸν πατέρα κολακείαις, διαβολὰς δὲ κατὰ τῶν ἀδελφῶν ποικίλας ἐνσκευαζόμενος καὶ τὰ μὲν αὐτὸς λογοποιῶν, τὰ δὲ τοὺς ἐπιτηδείους φημίζειν καθιείς, μέχρι παντάπασιν τοὺς ἀδελφοὺς ἀπέρρηξεν τῆς βασιλικῆς ἐλπίδος: [451] καὶ γὰρ ἐν ταῖς διαθήκαις καὶ φανερῶς αὐτὸς ἦν ἤδη διάδοχος: ὡς βασιλεὺς γοῦν ἐπέμφθη καὶ πρὸς Καίσαρα τῷ τε κόσμῳ καὶ ταῖς ἄλλαις θεραπείαις πλὴν διαδήματος χρώμενος. χρόνῳ δ᾽ ἐξίσχυσεν εἰσαγαγεῖν ἐπὶ τὴν Μαριάμμης κοίτην τὴν μητέρα. δυσὶ δ᾽ ὅπλοις κατὰ τῶν ἀδελφῶν χρώμενος, κολακείᾳ καὶ διαβολῇ, τὸν βασιλέα καὶ περὶ θανάτου τῶν υἱῶν ὑπειργάσατο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: