previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[361]

Δείσας δὲ τὴν ἔφοδον Ἰώσηπος καὶ προδοσίαν ἡγούμενος εἶναι τῶν τοῦ θεοῦ προσταγμάτων, εἰ προαποθάνοι τῆς διαγγελίας, ἤρχετο πρὸς αὐτοὺς φιλοσοφεῖν ἐπὶ τῆς ἀνάγκης: [362]τί γὰρ τοσοῦτον, ἔφη, σφῶν αὐτῶν, ἑταῖροι, φονῶμεν; τί τὰ φίλτατα διαστασιάζομεν, σῶμα καὶ ψυχήν; ἠλλάχθαι τις ἐμέ φησιν. [363] ἀλλ᾽ οἴδασιν Ῥωμαῖοι τοῦτό γε. καλὸν ἐν πολέμῳ θνήσκειν, ἀλλὰ πολέμου νόμῳ, τουτέστιν ὑπὸ τῶν κρατούντων. [364] εἰ μὲν οὖν τὸν Ῥωμαίων ἀποστρέφομαι σίδηρον, ἄξιος ἀληθῶς εἰμι τοὐμοῦ ξίφους καὶ χειρὸς τῆς ἐμῆς: εἰ δ᾽ ἐκείνους εἰσέρχεται φειδὼ πολεμίου, πόσῳ δικαιότερον ἂν ἡμᾶς ἡμῶν αὐτῶν εἰσέλθοι; καὶ γὰρ ἠλίθιον ταῦτα δρᾶν σφᾶς αὐτούς, περὶ ὧν πρὸς ἐκείνους διιστάμεθα. [365] καλὸν γὰρ ὑπὲρ τῆς ἐλευθερίας ἀποθνήσκειν: φημὶ κἀγώ, μαχομένους μέντοι, καὶ ὑπὸ τῶν ἀφαιρουμένων αὐτήν. νῦν δ᾽ οὔτ᾽ εἰς μάχην ἀντιάζουσιν ἡμῖν οὔτ᾽ ἀναιροῦσιν ἡμᾶς: δειλὸς δὲ ὁμοίως τε μὴ βουλόμενος θνήσκειν ὅταν δέῃ καὶ βουλόμενος, ὅταν μὴ δέῃ. [366] τί δὲ καὶ δεδοικότες πρὸς Ῥωμαίους οὐκ ἄνιμεν; [367] ἆρ᾽ οὐχὶ θάνατον; εἶθ᾽ ὃν δεδοίκαμεν ἐκ τῶν ἐχθρῶν ὑποπτευόμενον ἑαυτοῖς βέβαιον ἐπιστήσομεν; ἀλλὰ δουλείαν, ἐρεῖ τις. πάνυ γοῦν νῦν ἐσμὲν ἐλεύθεροι. [368] γενναῖον γὰρ ἀνελεῖν ἑαυτόν, φήσει τις. οὐ μὲν οὖν, ἀλλ᾽ ἀγενέστατον, ὡς ἔγωγε καὶ κυβερνήτην ἡγοῦμαι δειλότατον, ὅστις χειμῶνα δεδοικὼς πρὸ τῆς θυέλλης ἐβάπτισεν ἑκὼν τὸ σκάφος. [369] ἀλλὰ μὴν αὐτοχειρία καὶ τῆς κοινῆς ἁπάντων ζῴων φύσεως ἀλλότριον καὶ πρὸς τὸν κτίσαντα θεὸν ἡμᾶς ἐστιν ἀσέβεια. [370] τῶν μέν γε ζῴων οὐδέν ἐστιν θνήσκει μετὰ προνοίας δι᾽ αὐτοῦ: φύσεως γὰρ νόμος ἰσχυρὸς ἐν ἅπασιν τὸ ζῆν ἐθέλειν: διὰ τοῦτο καὶ τοὺς φανερῶς ἀφαιρουμένους ἡμᾶς τούτου πολεμίους ἡγούμεθα καὶ τοὺς ἐξ ἐνέδρας τιμωρούμεθα. [371] τὸν δὲ θεὸν οὐκ οἴεσθε ἀγανακτεῖν, ὅταν ἄνθρωπος αὐτοῦ τὸ δῶρον ὑβρίζῃ; καὶ γὰρ εἰλήφαμεν παρ᾽ ἐκείνου τὸ εἶναι καὶ τὸ μηκέτι εἶναι πάλιν ἐκείνῳ δίδομεν. [372] τὰ μέν γε σώματα θνητὰ πᾶσιν καὶ ἐκ φθαρτῆς ὕλης δεδημιούργηται, ψυχὴ δὲ ἀθάνατος ἀεὶ καὶ θεοῦ μοῖρα τοῖς σώμασιν ἐνοικίζεται: εἶτ᾽ ἐὰν μὲν ἀφανίσῃ τις ἀνθρώπου παρακαταθήκην διαθῆται κακῶς, πονηρὸς εἶναι δοκεῖ καὶ ἄπιστος, εἰ δέ τις τοῦ σφετέρου σώματος ἐκβάλλει τὴν παρακαταθήκην τοῦ θεοῦ, λεληθέναι δοκεῖ τὸν ἀδικούμενον; [373] καὶ κολάζειν μὲν τοὺς ἀποδράντας οἰκέτας δίκαιον νενόμισται κἂν πονηροὺς καταλείπωσι δεσπότας, αὐτοὶ δὲ κάλλιστον δεσπότην ἀποδιδράσκοντες τὸν θεὸν οὐ δοκοῦμεν ἀσεβεῖν; [374] ἆρ᾽ οὐκ ἴστε ὅτι τῶν μὲν ἐξιόντων τοῦ βίου κατὰ τὸν τῆς φύσεως νόμον καὶ τὸ ληφθὲν παρὰ τοῦ θεοῦ χρέος ἐκτινύντων, ὅταν δοὺς κομίσασθαι θέλῃ, κλέος μὲν αἰώνιον, οἶκοι δὲ καὶ γενεαὶ βέβαιοι, καθαραὶ δὲ καὶ ἐπήκοοι μένουσιν αἱ ψυχαί, χῶρον οὐράνιον λαχοῦσαι τὸν ἁγιώτατον, ἔνθεν ἐκ περιτροπῆς αἰώνων ἁγνοῖς πάλιν ἀντενοικίζονται σώμασιν: [375] ὅσοις δὲ καθ᾽ ἑαυτῶν ἐμάνησαν αἱ χεῖρες, τούτων ᾄδης μὲν δέχεται τὰς ψυχὰς σκοτεινότερος, δὲ τούτων πατὴρ θεὸς εἰς ἐγγόνους τιμωρεῖται τοὺς τῶν πατέρων ὑβριστάς. [376] διὰ τοῦτο μεμίσηται παρὰ θεῷ τοῦτο καὶ παρὰ τῷ σοφωτάτῳ κολάζεται νομοθέτῃ: [377] τοὺς γοῦν ἀναιροῦντας ἑαυτοὺς παρὰ μὲν ἡμῖν μέχρις ἡλίου δύσεως ἀτάφους ἐκρίπτειν ἔκριναν καίτοι καὶ πολεμίους θάπτειν θεμιτὸν ἡγούμενοι, [378] παρ᾽ ἑτέροις δὲ καὶ τὰς δεξιὰς τῶν τοιούτων νεκρῶν ἀποκόπτειν ἐκέλευσαν, αἷς ἐστρατεύσαντο καθ᾽ ἑαυτῶν, ἡγούμενοι καθάπερ τὸ σῶμα τῆς ψυχῆς ἀλλότριον, οὕτως καὶ τὴν χεῖρα τοῦ σώματος. [379] καλὸν οὖν, ἑταῖροι, δίκαια φρονεῖν καὶ μὴ ταῖς ἀνθρωπίναις συμφοραῖς προσθεῖναι τὴν εἰς τὸν κτίσαντα ἡμᾶς δυσσέβειαν. [380] εἰ σώζεσθαι δοκεῖ, σωζώμεθα: καὶ γὰρ οὐκ ἄδοξος σωτηρία παρ᾽ οἷς διὰ τοσούτων ἔργων ἐπεδειξάμεθα τὰς ἀρετάς: εἰ τεθνάναι, καλὸν ὑπὸ τῶν ἑλόντων. [381] οὐ μεταβήσομαι δ᾽ ἐγὼ εἰς τὴν τῶν πολεμίων τάξιν, ἵν᾽ ἐμαυτοῦ προδότης γένωμαι: καὶ γὰρ ἂν εἴην πολὺ τῶν αὐτομολούντων πρὸς τοὺς πολεμίους ἠλιθιώτερος, εἴ γ᾽ ἐκεῖνοι μὲν ἐπὶ σωτηρίᾳ τοῦτο πράττουσιν, ἐγὼ δὲ ἐπὶ ἀπωλείᾳ, καί γε τῇ ἐμαυτοῦ. [382] τὴν μέντοι Ῥωμαίων ἐνέδραν εὔχομαι: μετὰ γὰρ δεξιὰν ἀναιρούμενος ὑπ᾽ αὐτῶν εὔθυμος τεθνήξομαι, τὴν τῶν ψευσαμένων ἀπιστίαν νίκης μείζονα ἀποφέρων παραμυθίαν.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: