This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[461]
Οὐ μὴν οἱ Σύροι τῶν Ἰουδαίων ἔλαττον πλῆθος ἀνῄρουν,
ἀλλὰ καὶ αὐτοὶ τοὺς ἐν ταῖς πόλεσιν λαμβανομένους ἀπέσφαττον
οὐ μόνον κατὰ μῖσος, ὡς πρότερον, ἀλλ᾽ ἤδη καὶ τὸν ἐφ᾽ ἑαυτοῖς
κίνδυνον φθάνοντες.
[462]
δεινὴ δὲ ὅλην τὴν Συρίαν ἐπεῖχεν ταραχή,
καὶ πᾶσα πόλις εἰς δύο διῄρητο στρατόπεδα, σωτηρία δὲ τοῖς
ἑτέροις ἦν τὸ τοὺς ἑτέρους φθάσαι.
[463]
καὶ τὰς μὲν ἡμέρας ἐν αἵματι
διῆγον, τὰς δὲ νύκτας δέει χαλεπωτέρας: καὶ γὰρ ἀπεσκευάσθαι
τοὺς Ἰουδαίους δοκοῦντες ἕκαστοι τοὺς ἰουδαΐζοντας εἶχον ἐν ὑποψίᾳ,
καὶ τὸ παρ᾽ ἑκάστοις ἀμφίβολον οὔτε ἀνελεῖν τις προχείρως ὑπέμενεν
καὶ μεμιγμένον ὡς βεβαίως ἀλλόφυλον ἐφοβεῖτο.
[464]
προεκαλεῖτο
δὲ ἐπὶ τὰς σφαγὰς τῶν διαφόρων καὶ τοὺς πάλαι πρᾳοτάτους
πάνυ δοκοῦντας ἡ πλεονεξία: τὰς γὰρ οὐσίας τῶν ἀναιρεθέντων
ἀδεῶς διήρπαζον καὶ καθάπερ ἐκ παρατάξεως τὰ σκῦλα τῶν ἀνῃρημένων
εἰς τοὺς σφετέρους οἴκους μετέφερον, ἔνδοξός τε ἦν ὁ
πλεῖστα κερδάνας ὡς κατισχύσας πλειόνων.
[465]
ἦν δὲ ἰδεῖν τὰς πόλεις
μεστὰς ἀτάφων σωμάτων καὶ νεκροὺς ἅμα νηπίοις γέροντας ἐρριμμένους
γύναιά τε μηδὲ τῆς ἐπ᾽ αἰδοῖ σκέπης μετειληφότα, καὶ
πᾶσαν μὲν τὴν ἐπαρχίαν μεστὴν ἀδιηγήτων συμφορῶν, μείζονα δὲ
τῶν ἑκάστοτε τολμωμένων τὴν ἐπὶ τοῖς ἀπειλουμένοις ἀνάτασιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.