This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[286]
Παρὰ δὲ τὸν χρόνον τοῦτον Ἀντίγονος ἐπολιόρκει τοὺς
ἐν Μασάδᾳ, τοῖς μὲν ἄλλοις ἐπιτηδείοις διαρκουμένους, σπανίζοντας
δὲ ὕδατος: διὸ καὶ Ἰώσηπος ἀδελφὸς Ἡρώδου σὺν διακοσίοις
τῶν οἰκείων δρασμὸν ἐβουλεύετο εἰς Ἄραβας ἀκηκοὼς τῶν εἰς
Ἡρώδην ἁμαρτημάτων Μάλχῳ μεταμέλειν.
[287]
κἂν ἔφθη καταλιπὼν
τὸ φρούριον, εἰ μὴ περὶ τὴν νύκτα τῆς ἐξόδου συνέβη πλεῖστον
ὗσαι: τῶν γὰρ ἐκδοχείων ὕδατος ἀναπλησθέντων οὐκέτ᾽ ἔχρῃζεν
φυγῆς, ἀλλ᾽ ἐπεξῄεσαν ἤδη τοῖς περὶ τὸν Ἀντίγονον καὶ τὰ μὲν
φανερῶς συμπλεκόμενοι, τὰ δὲ λοχῶντες συχνοὺς διέφθειρον. οὐ
μὴν ἐν ἅπασιν εὐστόχουν, ἔστιν δ᾽ ὅπου καὶ αὐτοὶ πταίοντες ἀνέστρεφον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.