This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[29]
Τούτου συμβάντος παραδόξως ἑκατέροις διετέθη τὰ φρονήματα:
[30]
Ἰουδαίους μὲν γάρ, οὓς ἀθυμεῖν εἰκὸς ἦν, τῷ μὴ παρ᾽ ἐλπίδα
γενέσθαι τὸ πτῶμα καὶ προησφαλίσθαι πρὸς αὐτὸ θαρρεῖν ὡς
μενούσης συνέβαινε τῆς Ἀντωνίας:
[31]
Ῥωμαίων δέ γε τὴν παρ᾽ ἐλπίδα
χαρὰν ἐπὶ τῷ καταρριφθέντι ταχέως ἔσβεσεν ὄψις ἑτέρου τείχους,
ὅπερ ἔνδοθεν οἱ περὶ τὸν Ἰωάννην ἀντῳκοδομήκεσαν.
[32]
εὐμαρεστέρα
γε μὴν τῆς πρότερον ἡ προσβολὴ κατεφαίνετο: τό τε γὰρ ἀναβῆναι
διὰ τῶν καταρριφθέντων ῥᾷον ἐδόκει, καὶ τὸ τεῖχος ἀσθενέστερόν
τε πολλῷ τῆς Ἀντωνίας καὶ ταχέως τῷ πρόσκαιρον εἶναι λύειν
ὑπελάμβανον. οὐ μὴν ἐτόλμα τις ἀναβῆναι: προῦπτος γὰρ τοῖς
ἀρξαμένοις ἦν ἀπώλεια.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.