previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[363]

Τῇ δ᾽ ἑξῆς Ῥωμαῖοι τρεψάμενοι τοὺς λῃστὰς ἐκ τῆς κάτω πόλεως τὰ μέχρι τοῦ Σιλωᾶ [πάντα] ἐνέπρησαν, καὶ τοῦ μὲν ἄστεος ἥδοντο δαπανωμένου, τῶν δ᾽ ἁρπαγῶν διημάρτανον, ἐπειδὴ πάνθ᾽ οἱ στασιασταὶ προκενοῦντες ἀνεχώρουν εἰς τὴν ἄνω πόλιν. [364] ἦν γὰρ αὐτοῖς μετάνοια μὲν οὐδεμία τῶν κακῶν, ἀλαζονεία δὲ ὡς ἐπ᾽ ἀγαθοῖς: καιομένην γοῦν ἀφορῶντες τὴν πόλιν ἱλαροῖς τοῖς προσώποις εὔθυμοι προσδέχεσθαι τὴν τελευτὴν ἔλεγον, πεφονευμένου μὲν τοῦ δήμου, κεκαυμένου δὲ τοῦ ναοῦ, φλεγομένου δὲ τοῦ ἄστεος μηδὲν καταλιπόντες τοῖς πολεμίοις. [365] οὐ μὴν γε Ἰώσηπος ἐν ἐσχάτοις ἱκετεύων αὐτοὺς ὑπὲρ τῶν λειψάνων τῆς πόλεως ἔκαμνεν, ἀλλὰ πολλὰ μὲν πρὸς τὴν ὠμότητα καὶ τὴν ἀσέβειαν εἰπών, πολλὰ δὲ συμβουλεύσας πρὸς σωτηρίαν οὐδὲν τοῦ χλευασθῆναι πλέον ἀπηνέγκατο. [366] ἐπεὶ δὲ οὔτε παραδοῦναι διὰ τὸν ὅρκον ἑαυτοὺς ὑπέμενον οὔτε πολεμεῖν ἐξ ἴσου Ῥωμαίοις ἔθ᾽ οἷοί τε ἦσαν ὥσπερ εἱρκτῇ περιειλημμένοι, τό τε τοῦ φονεύειν ἔθος ἐκίνει τὰς δεξιάς, σκιδνάμενοι κατὰ τὰ ἔμπροσθεν τῆς πόλεως τοῖς ἐρειπίοις ὑπελόχων τοὺς αὐτομολεῖν ὡρμημένους. [367] ἡλίσκοντο δὲ πολλοί, καὶ πάντας ἀποσφάττοντες, ὑπὸ γὰρ ἐνδείας οὐδὲ φεύγειν ἴσχυον, ἐρρίπτουν αὐτῶν κυσὶ τοὺς νεκρούς. [368] ἐδόκει δὲ πᾶς τρόπος ἀπωλείας τοῦ λιμοῦ κουφότερος, ὥστε καὶ Ῥωμαίοις ἀπηλπικότες ἤδη τὸν ἔλεον ὅμως προσέφευγον καὶ φονεύουσι τοῖς στασιασταῖς ἑκόντες ἐνέπιπτον. [369] τόπος τ᾽ ἐπὶ τῆς πόλεως οὐδεὶς γυμνὸς ἦν, ἀλλὰ πᾶς λιμοῦ νεκρὸν εἶχεν στάσεως [καὶ πεπλήρωτο νεκρῶν διὰ στάσιν διὰ λιμὸν ἀπολωλότων].

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: