This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[300]
Διαλανθάνοντες δὲ ἐκ τοῦ ἱεροῦ παραγίνονται πρὸς τὸ
τεῖχος καὶ τοῖς αὐτοῖς πρίοσι χρώμενοι τὴν κατὰ τοὺς Ἰδουμαίους
ἀνοίγουσι πύλην.
[301]
τοῖς δὲ τὸ μὲν πρῶτον ἐμπίπτει ταραχὴ τοὺς
περὶ τὸν Ἄνανον ἐπιχειρεῖν οἰηθεῖσι, καὶ πᾶς ἐπὶ τοῦ ξίφους ἔσχε
τὴν δεξιὰν ὡς ἀμυνούμενος: ταχέως δὲ γνωρίζοντες τοὺς ἥκοντας
εἰσῄεσαν.
[302]
εἰ μὲν οὖν ἐτράποντο περὶ τὴν πόλιν, οὐδὲν ἐκώλυσεν
ἂν ἀπολωλέναι τὸν δῆμον αὔτανδρον: οὕτως εἶχον ὀργῆς: νῦν δὲ
πρώτους τοὺς ζηλωτὰς σπεύδοντες τῆς φρουρᾶς ἐξελέσθαι, δεομένων
πολλὰ καὶ τῶν εἰσδεξαμένων μὴ περιιδεῖν δι᾽ οὓς ἦλθον ἐν μέσοις
τοῖς δεινοῖς μηδ᾽ αὐτοῖς χαλεπώτερον ἐπισεῖσαι τὸν κίνδυνον:
[303]
τῶν
μὲν γὰρ φρουρῶν ἁλόντων ῥᾴδιον αὐτοῖς εἶναι χωρεῖν ἐπὶ τὴν
πόλιν, εἰ δ᾽ ἅπαξ ταύτην προκινήσειαν, οὐκ ἂν ἔτι ἐκείνων κρατῆσαι:
[304]
πρὸς γὰρ τὴν αἴσθησιν συντάξεσθαι αὐτοὺς καὶ τὰς ἀνόδους
ἀποφράξειν:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.