This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[582]
Μετέβαινεν δ᾽ ἐπὶ τὸν αὐθέντην Ἀντίπατρον ἡ
ποινὴ τὸν Φερώρα θάνατον ἀρχὴν λαβοῦσα. τῶν τούτου γάρ τινες
ἀπελευθέρων κατηφεῖς τῷ βασιλεῖ προσελθόντες τὸν ἀδελφὸν
αὐτοῦ διεφθάρθαι φαρμάκοις ἔλεγον: προσενεγκεῖν μὲν γὰρ αὐτῷ
τι τὴν γυναῖκα τῶν οὐ συνήθως ἐσκευασμένων, φαγόντα δ᾽ εὐθέως
εἰς τὴν νόσον καταπεσεῖν.
[583]
ἀγηοχέναι τε πρὸ δυοῖν ἡμερῶν τὴν
μητέρα αὐτῆς καὶ τὴν ἀδελφὴν γύναιον ἐκ τῆς Ἀραβίας φαρμάκων
ἔμπειρον, ὅπως φίλτρον σκευάσῃ τῷ Φερώρᾳ, δεδωκέναι δὲ ἀντὶ
τούτου θανάσιμον Συλλαίου πραγματευσαμένου: τούτῳ γὰρ ἦν
γνώριμον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.