previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[546]

Ἵνα δὲ συντονωτέρᾳ χρήσαιτο φυγῇ, τὰ τὴν στρατιὰν ἀνθέλκοντα περικόπτειν προσέταξεν. διαφθαρέντων δὲ τῶν τε ὀρέων καὶ τῶν ὄνων ἔτι δὲ καὶ τῶν ὑποζυγίων πλὴν ὅσα βέλη παρεκόμιζεν καὶ μηχανάς, τούτων γὰρ διὰ τὴν χρείαν περιείχοντο καὶ μάλιστα δεδοικότες, μὴ Ἰουδαίοις κατ᾽ αὐτῶν ἁλῷ, προῆγε τὴν δύναμιν ἐπὶ Βεθώρων. [547] οἱ δὲ Ἰουδαῖοι κατὰ μὲν τὰς εὐρυχωρίας ἧττον ἐπέκειντο, συνειληθέντων δὲ εἰς τὰ στενὰ καὶ τὴν κατάβασιν οἱ μὲν φθάσαντες εἶργον αὐτοὺς τῆς ἐξόδου, ἄλλοι δὲ τοὺς ὑστάτους κατεώθουν εἰς τὴν φάραγγα, τὸ δὲ πᾶν πλῆθος παρεκταθὲν ὑπὲρ τὸν αὐχένα τῆς ὁδοῦ κατεκάλυπτε τὴν φάλαγγα τοῖς βέλεσιν. [548] ἔνθα καὶ τῶν πεζῶν ἀμηχανούντων προσαμύνειν ἑαυτοῖς ἐπισφαλέστερος τοῖς ἱππεῦσιν κίνδυνος ἦν: οὔτε γὰρ ἐν τάξει κατὰ τῆς ὁδοῦ βαδίζειν ἐδύναντο βαλλόμενοι, καὶ τὸ πρόσαντες ἐπὶ τοὺς πολεμίους ἱππάσιμον οὐκ ἦν: [549] τὸ δὲ ἐπὶ θάτερα κρημνοὶ καὶ φάραγγες, εἰς οὓς ἀποσφαλέντες κατεφθείροντο, καὶ οὔτε φυγῆς τις τόπον οὔτε ἀμύνης εἶχεν ἐπίνοιαν, ἀλλ᾽ ὑπ᾽ ἀμηχανίας ἐπ᾽ οἰμωγὴν ἐτράποντο καὶ τοὺς ἐν ἀπογνώσεσιν ὀδυρμούς: ἀντήχει δ᾽ αὐτοῖς τὸ παρὰ Ἰουδαίων ἐγκέλευσμα καὶ κραυγὴ χαιρόντων ἅμα καὶ τεθυμωμένων. [550] ὀλίγου δὲ δεῖν πᾶσαν ἀνήρπασαν τὴν ἅμα Κεστίῳ δύναμιν, εἰ μὴ νὺξ ἐπέλαβεν, ἐν Ῥωμαῖοι μὲν εἰς τὴν Βεθώραν κατέφυγον, Ἰουδαῖοι δὲ πάντα τὰ κύκλῳ περισχόντες ἐφρούρουν αὐτῶν τὴν ἔξοδον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: