previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[342]

Ῥωμαῖοι μὲν οὕτως κρατήσαντες τοῦ δευτέρου τείχους ἐξεώσθησαν, τῶν δ᾽ ἀνὰ τὸ ἄστυ μαχίμων ἐπήρθη τὰ φρονήματα, καὶ μετέωροι πρὸς τὴν εὐπραγίαν ἦσαν, οὔτ᾽ ἂν Ῥωμαίους εἰς τὴν πόλιν τολμήσειν ἔτι παρελθεῖν οὔτ᾽ αὐτοὶ παρελθόντων ἡττηθήσεσθαι δοκοῦντες. [343] ἐπεσκότει γὰρ αὐτῶν ταῖς γνώμαις διὰ τὰς παρανομίας θεός, καὶ οὔτε τὴν Ῥωμαίων ἰσχὺν ὅσῳ πλείων κατελείπετο τῆς ἐξελαθείσης ἔβλεπον οὔτε τὸν ὑφέρποντα λιμὸν αὐτοῖς: [344] ἔτι γὰρ παρῆν ἐσθίειν ἐκ τῶν δημοσίων κακῶν καὶ τὸ τῆς πόλεως αἷμα πίνειν: ἔνδεια δὲ τοὺς ἀγαθοὺς ἐπεῖχε πάλαι, καὶ σπάνει τῶν ἐπιτηδείων διελύοντο πολλοί. [345] τὴν δὲ τοῦ λαοῦ φθορὰν ἑαυτῶν οἱ στασιασταὶ κουφισμὸν ὑπελάμβανον: μόνους γὰρ ἠξίουν σώζεσθαι τοὺς μὴ ζητοῦντας εἰρήνην καὶ κατὰ Ῥωμαίων ζῆν προῃρημένους, τὸ δ᾽ ἐναντίον πλῆθος ὥσπερ βάρβαρον ἥδοντο δαπανώμενον. [346] τοιοῦτοι μὲν δὴ πρὸς τοὺς ἔνδον ἦσαν: Ῥωμαίους δὲ πάλιν τῆς εἰσόδου πειρωμένους ἐκώλυον φραξάμενοι καὶ τὸ καταρριφθὲν ἀντιτειχίσαντες τοῖς σώμασι τρισὶ μὲν ἀντέσχον ἡμέραις καρτερῶς ἀμυνόμενοι, τῇ τετάρτῃ δὲ προσβαλόντα γενναίως Τίτον οὐκ ἤνεγκαν, ἀλλὰ βιασθέντες καὶ πρότερον ἀναφεύγουσιν. [347] δὲ πάλιν τοῦ τείχους κρατήσας τὸ προσάρκτιον μὲν εὐθέως κατέρριψε πᾶν, ἐπὶ δὲ τοῦ κατὰ μεσημβρίαν φρουρὰς τοῖς πύργοις ἐγκαταστήσας τῷ τρίτῳ προσβάλλειν ἐπενόει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: