This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[566]
Εἰς δὲ τὴν Ἰδουμαίαν ἑτέρους ἐπελέξαντο στρατηγοὺς
Ἰησοῦν υἱὸν Σαπφᾶ τῶν ἀρχιερέων ἕνα καὶ Ἐλεάζαρον ἀρχιερέως
υἱὸν Νέου: τῷ δ᾽ ἄρχοντι τότε τῆς Ἰδουμαίας Νίγερι, γένος δ᾽
ἦν ἐκ τῆς περὶ Ἰορδάνην Περαίας, διὸ καὶ Περαΐτης ἐκαλεῖτο, προσέταξαν
ὑποτάσσεσθαι τοῖς στρατηγοῖς.
[567]
ἠμέλουν δὲ οὐδὲ τῆς ἄλλης
χώρας, ἀλλ᾽ εἰς μὲν Ἱεριχοῦν Ἰώσηπος ὁ Σίμωνος, εἰς δὲ τὴν
Περαίαν Μανασσῆς, Θαμνᾶ δὲ τοπαρχίας Ἰωάννης ὁ Ἐσσαῖος στρατηγήσων
ἐπέμφθη: προσκεκλήρωτο δ᾽ αὐτῷ Λύδδα καὶ Ἰόππη καὶ
Ἀμμαοῦς.
[568]
τῆς δὲ Γοφνιτικῆς καὶ Ἀκραβεττηνῆς ὁ Ἀνανίου Ἰωάννης
ἡγεμὼν ἀποδείκνυται καὶ τῆς Γαλιλαίας ἑκατέρας Ἰώσηπος
Ματθίου: προσώριστο δὲ τῇ τούτου στρατηγίᾳ καὶ Γάμαλα τῶν
ταύτῃ πόλεων ὀχυρωτάτη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.