This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[220]
Κελευσθὲν δὲ καὶ Ἰουδαίοις εἰσενεγκεῖν ἑπτακόσια τάλαντα
δείσας Ἀντίπατρος τὴν ἀπειλὴν τοῦ Κασσίου τοῖς τε υἱοῖς διεῖλεν
εἰσπράττειν τὰ χρήματα καί τισιν ἄλλοις τῶν ἐπιτηδείων κατὰ
τάχος, ἐν οἷς καὶ Μαλίχῳ τινὶ τῶν διαφόρων: οὕτως ἤπειγεν
ἡ ἀνάγκη.
[221]
πρῶτος δ᾽ ἀπεμειλίξατο Κάσσιον Ἡρώδης τὴν ἑαυτοῦ
μοῖραν ἐκ τῆς Γαλιλαίας κομίσας ἑκατὸν τάλαντα καὶ διὰ τοῦτο
ἐν τοῖς μάλιστα φίλος ἦν. τοὺς δὲ λοιποὺς εἰς βραδυτῆτα κακίσας
αὐταῖς ἐθυμοῦτο ταῖς πόλεσιν.
[222]
Γόφνα γοῦν καὶ Ἀμμαοῦν καὶ δύο
ἑτέρας τῶν ταπεινοτέρων ἐξανδραποδισάμενος ἐχώρει μὲν ὡς καὶ
Μάλιχον ἀναιρήσων, ὅτι μὴ σπεύσας εἰσέπραξεν, ἐπέσχεν δὲ τὴν
τούτου καὶ τὴν τῶν ἄλλων πόλεων ἀπώλειαν Ἀντίπατρος ταχέως
ἑκατὸν ταλάντοις θεραπεύσας Κάσσιον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.