previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[317]

Προσάγει δ᾽ αὐτὸς τοῦ βορείου τείχους τῷ μέσῳ πύργῳ τὴν ἑλέπολιν, ἐν τῶν Ἰουδαίων τις ἀνὴρ γόης ὄνομα Κάστωρ ἐλόχα μεθ᾽ ὁμοίων δέκα, τῶν λοιπῶν φυγόντων διὰ τοὺς τοξότας. [318] οὗτοι μέχρι μέν τινος ὑπεπτηχότες τοῖς θωρακίοις ἠρέμουν, λυομένου δὲ τοῦ πύργου διανίστανται, καὶ προτείνας Κάστωρ τὰς χεῖρας ὡς ἱκετεύων δῆθεν ἐκάλει τὸν Καίσαρα καὶ τῇ φωνῇ κατοικτιζόμενος ἐλεῆσαι σφᾶς παρεκάλει. [319] πιστεύσας δ᾽ ἐξ ἁπλότητος Τίτος καὶ μετανοεῖν ἤδη τοὺς Ἰουδαίους ἐλπίσας, ἐπέχει μὲν τοῦ κριοῦ τὴν ἐμβολὴν κωλύει τε τοξεύειν τοὺς ἱκέτας, λέγειν δ᾽ ἐκέλευσεν τι βούλεται τῷ Κάστορι. [320] τοῦ δ᾽ εἰπόντος ἐπὶ δεξιᾷ καταβῆναι θέλειν, Τίτος συνήδεσθαι μὲν αὐτῷ τῆς εὐβουλίας ἔφη, συνήδεσθαι δὲ εἰ πάντες ταῦτα ἤδη φρονοῦσι καὶ τῇ πόλει διδόναι τε πίστιν ἑτοίμως. [321] τῶν δέκα δὲ οἱ πέντε μὲν αὐτῷ συνυπεκρίνοντο τὴν ἱκετηρίαν, οἱ λοιποὶ δ᾽ οὐκ ἄν ποτε δουλεύσειν Ῥωμαίοις ἐβόων παρὸν ἐλευθέρους ἀποθανεῖν. [322] καὶ μέχρι πολλοῦ διαφερομένων ἐτρίβετο μὲν προσβολή, πέμπων δ᾽ Κάστωρ πρὸς τὸν Σίμωνα σχολῇ βουλεύεσθαι περὶ τῶν ἐπειγόντων ἔλεγεν, ὡς οὐκ ἐπ᾽ ὀλίγον αὐτὸς διαπαίζοι τὴν Ῥωμαίων ἀρχήν. ἅμα δὲ ταῦτα πέμπων καταφανὴς ἦν καὶ τοὺς ἀπειθοῦντας ἐπὶ τὴν δεξιὰν παρακαλῶν. [323] οἱ δὲ ὥσπερ ἀγανακτοῦντες ὑπὲρ τὰ θωράκια διῄρουν τε τὰ ξίφη γυμνὰ καὶ τοὺς θώρακας αὑτῶν πλήξαντες ὡς ἀπεσφαγμένοι κατέπεσον. [324] θάμβος δὲ τὸν Τίτον καὶ τοὺς περὶ αὐτὸν εἰσῄει τοῦ τῶν ἀνδρῶν παραστήματος, καὶ μὴ δυνάμενοι κάτωθεν ἀκριβῶς τὸ γεγενημένον ἰδεῖν ἐθαύμαζόν τε τῆς εὐτολμίας αὐτοὺς καὶ τοῦ πάθους ἠλέουν. [325] τοξεύει δέ τις ἐν τούτῳ παρὰ τὴν ῥῖνα τὸν Κάστορα, κἀκεῖνος εὐθέως ἀνασπάσας τὸ βέλος ἐπεδείκνυ τῷ Τίτῳ καὶ ὡς οὐ δίκαια πάσχων κατεμέμφετο. πρὸς δὲ τὸν βαλόντα σχετλιάσας Καῖσαρ ἔπεμπε παρεστῶτα τὸν Ἰώσηπον δοῦναι τῷ Κάστορι δεξιάν. [326] ἀλλ᾽ μὲν οὔτ᾽ αὐτὸς ἔφη προσελεύσεσθαι, φρονεῖν γὰρ οὐδὲν ὑγιὲς τοὺς δεομένους, καὶ τοὺς ὡρμημένους τῶν φίλων κατέσχεν: Αἰνείας δέ τις τῶν αὐτομόλων αὐτὸς ἔφη προσελεύσεσθαι. [327] καὶ τοῦ Κάστορος καλοῦντος, ὅπως δέξαιτό τις καὶ τὸ ἀργύριον φέροι μεθ᾽ αὑτοῦ, σπουδαιότερον Αἰνείας διαπετάσας τὸν κόλπον προσέδραμεν. [328] ἀράμενος δὲ Κάστωρ πέτραν ἐπαφίησιν αὐτῷ, καὶ τούτου μὲν διήμαρτε φυλαξαμένου, τιτρώσκει δὲ στρατιώτην ἕτερον προσελθόντα. [329] συννοήσας δὲ Καῖσαρ τὴν ἀπάτην πρὸς βλάβης μὲν ἔγνω τὸν ἐν πολέμοις ἔλεον, τὸ γὰρ ἀπηνέστερον ἧττον ὑποπίπτειν τῷ πανούργῳ, τὰς δ᾽ ἐμβολὰς τῆς ἑλεπόλεως ὀργῇ τῆς χλεύης ἐποιεῖτο δυνατωτέρας. [330] ὑποδιδόντα δὲ τὸν πύργον ἐμπιπρᾶσιν οἱ περὶ τὸν Κάστορα, καὶ διὰ τῆς φλογὸς εἰς τὴν ὑπ᾽ αὐτῷ κρυπτὴν ἁλλόμενοι πάλιν δόξαν ἀνδρείας Ῥωμαίοις παρέσχον ὡς ῥίψαντες σφᾶς αὐτοὺς εἰς τὸ πῦρ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: