This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[318]
Ὁ δὲ σβεσθείσης τῆς ταραχῆς ἤχθετο καὶ πάλιν αὐτὴν
ἀνάψαι πραγματευόμενος τούς τε ἀρχιερεῖς σὺν τοῖς γνωρίμοις
μεταπέμπεται καὶ μόνον ἔφη τεκμήριον ἔσεσθαι τοῦ μηδὲν ἔτι τὸν
δῆμον νεωτερίσειν, εἰ προελθόντες ὑπαντήσουσιν τοῖς ἀπὸ Καισαρείας
ἀνιοῦσιν στρατιώταις: παρεγίνοντο δὲ δύο σπεῖραι.
[319]
τῶν δ᾽
ἔτι συγκαλούντων τὸ πλῆθος προπέμψας διεδήλου τοῖς τῶν σπειρῶν
ἑκατοντάρχοις, ὅπως παραγγείλωσιν τοῖς ὑφ᾽ ἑαυτοὺς μήτε
ἀντασπάσασθαι τοὺς Ἰουδαίους κἄν τι κατ᾽ αὐτοῦ φθέγξωνται,
χρήσασθαι τοῖς ὅπλοις.
[320]
οἱ δ᾽ ἀρχιερεῖς εἰς τὸ ἱερὸν τὴν πληθὺν
συναγαγόντες ὑπαντᾶν τοῖς Ῥωμαίοις παρεκάλουν καὶ πρὸ ἀνηκέστου
πάθους τὰς σπείρας δεξιοῦσθαι. τούτοις τὸ στασιῶδες
ἠπείθει, καὶ διὰ τοὺς ἀπολωλότας τὸ πλῆθος ἔρρεπεν πρὸς τοὺς
θρασυτέρους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.