previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[207]

Αὐτὸς δὲ ναὸς κατὰ μέσον κείμενος, τὸ ἅγιον ἱερόν, δώδεκα βαθμοῖς ἦν ἀναβατός, καὶ τὸ μὲν κατὰ πρόσωπον ὕψος τε καὶ εὖρος ἴσον ἀνὰ πήχεις ἑκατόν, κατόπιν δὲ τεσσαράκοντα πήχεσι στενότερος: ἔμπροσθεν γὰρ ὥσπερ ὦμοι παρ᾽ ἑκάτερον εἰκοσαπήχεις διέβαινον. [208] πρώτη δ᾽ αὐτοῦ πύλη πηχῶν ἑβδομήκοντα τὸ ὕψος οὖσα καὶ εὖρος εἴκοσι καὶ πέντε, θύρας οὐκ εἶχε: τοῦ γὰρ οὐρανοῦ τὸ ἀφανὲς καὶ ἀδιάκλειστον ἐνέφαινε: κεχρύσωτο δὲ τὰ μέτωπα πάντα, καὶ δι᾽ αὐτῆς τε πρῶτος οἶκος ἔξωθεν πᾶς κατεφαίνετο μέγιστος ὤν, καὶ τὰ περὶ τὴν εἴσω πύλην πάντα λαμπόμενα χρυσῷ τοῖς ὁρῶσιν ὑπέπιπτεν. [209] τοῦ δὲ ναοῦ ὄντος εἴσω διστέγου μόνος πρῶτος οἶκος προύκειτο καὶ διηνεκὲς εἰς τὸ ὕψος, ἀνατεινόμενος μὲν ἐπ᾽ ἐνενήκοντα πήχεις, μηκυνόμενος δὲ ἐπὶ πεντήκοντα καὶ διαβαίνων ἐπ᾽ εἴκοσιν. [210] δὲ διὰ τοῦ οἴκου πύλη κεχρύσωτο μέν, ὡς ἔφην, πᾶσα καὶ ὅλος περὶ αὐτὴν τοῖχος, εἶχε δὲ καὶ τὰς χρυσᾶς ὑπὲρ αὐτῆς ἀμπέλους, ἀφ᾽ ὧν βότρυες ἀνδρομήκεις κατεκρέμαντο. [211] ὄντος δὲ ἤδη τοῦ ναοῦ διστέγου, ταπεινοτέρα τῆς ἔξωθεν ὄψεως ἔνδον ἦν καὶ θύρας εἶχε χρυσᾶς πεντηκονταπέντε πήχεων τὸ ὕψος εὖρος δ᾽ ἑκκαίδεκα. [212] πρὸ δὲ τούτων ἰσόμηκες καταπέτασμα πέπλος ἦν Βαβυλώνιος ποικιλτὸς ἐξ ὑακίνθου καὶ βύσσου κόκκου τε καὶ πορφύρας, θαυμαστῶς μὲν εἰργασμένος, οὐκ ἀθεώρητον δὲ τῆς ὕλης τὴν κρᾶσιν ἔχων, ἀλλ᾽ ὥσπερ εἰκόνα τῶν ὅλων: [213] ἐδόκει γὰρ αἰνίττεσθαι τῇ κόκκῳ μὲν τὸ πῦρ, τῇ βύσσῳ δὲ τὴν γῆν, τῇ δ᾽ ὑακίνθῳ τὸν ἀέρα, καὶ τῇ πορφύρᾳ τὴν θάλασσαν, τῶν μὲν ἐκ τῆς χροίας ὁμοιουμένων, τῆς δὲ βύσσου καὶ τῆς πορφύρας διὰ τὴν γένεσιν, ἐπειδὴ τὴν μὲν ἀναδίδωσιν γῆ, τὴν δ᾽ θάλασσα. [214] κατεγέγραπτο δ᾽ πέπλος ἅπασαν τὴν οὐράνιον θεωρίαν πλὴν ζῳδίων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: