previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[54]

Τοιούτων δὴ τοῖς ἐπ᾽ Ἀντιοχείας Ἰουδαίοις τῶν κατ᾽ ἐκεῖνον τὸν καιρὸν κακῶν γεγενημένων δευτέρα πάλιν συμφορὰ προσέπεσε, περὶ ἧς ἐπιχειρήσαντες ἀφηγεῖσθαι καὶ ταῦτα διεξήλθομεν. [55] ἐπεὶ γὰρ συνέβη καταπρησθῆναι τὴν τετράγωνον ἀγορὰν ἀρχεῖά τε καὶ γραμματοφυλάκιον καὶ τὰς βασιλικάς, μόλις τε τὸ πῦρ ἐκωλύθη μετὰ πολλῆς βίας ἐπὶ πᾶσαν τὴν πόλιν περιφερόμενον, ταύτην Ἀντίοχος τὴν πρᾶξιν Ἰουδαίων κατηγόρει. [56] καὶ τοὺς Ἀντιοχεῖς, εἰ καὶ μὴ πρότερον εἶχον πρὸς αὐτοὺς ἀπεχθῶς, τάχιστα τῇ διαβολῇ παρὰ τὴν ἐκ τοῦ συμβεβηκότος ταραχὴν ὑπαχθέντας πολὺ μᾶλλον ἐκ τῶν προϋπηργμένων τοῖς ὑπ᾽ αὐτοῦ λεγομένοις πιστεύειν παρεσκεύασεν, ὡς μόνον οὐκ αὐτοὺς τὸ πῦρ ἐνιέμενον ὑπὸ τῶν Ἰουδαίων ἑωρακότας, [57] καὶ καθάπερ ἐμμανεῖς γεγενημένοι μετὰ πολλοῦ τινος οἴστρου πάντες ἐπὶ τοὺς διαβεβλημένους ὥρμηντο. [58] μόλις δ᾽ αὐτῶν ἐδυνήθη τὰς ὁρμὰς ἐπισχεῖν Ναῖος Κολλήγας τις πρεσβευτής, ἀξιῶν ἐπιτρέψαι Καίσαρι δηλωθῆναι περὶ τῶν γεγονότων: [59] τὸν γὰρ ἡγεμονεύοντα τῆς Συρίας Καισέννιον Παῖτον ἤδη μὲν Οὐεσπασιανὸς ἐξαπεστάλκει, συνέβαινε δὲ παρεῖναι μηδέπω. [60] ποιούμενος δὲ ἐπιμελῆ τὴν ἀναζήτησιν Κολλήγας ἐξεῦρε τὴν ἀλήθειαν, καὶ τῶν μὲν τὴν αἰτίαν ὑπ᾽ Ἀντιόχου λαβόντων Ἰουδαίων οὐδεὶς οὐδ᾽ ἐκοινώνησεν, [61] ἅπαν δὲ τοὖργον ἔπραξαν ἄνθρωποί τινες ἀλιτήριοι διὰ χρεῶν ἀνάγκας νομίζοντες, εἰ τὴν ἀγορὰν καὶ τὰ δημόσια καταπρήσειαν γράμματα, τῆς ἀπαιτήσεως ἀπαλλαγὴν ἕξειν. [62] Ἰουδαῖοι μὲν οὖν ἐπὶ μετεώροις ταῖς αἰτίαις τὸ μέλλον ἔτι καραδοκοῦντες ἐν φόβοις χαλεποῖς ἀπεσάλευον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: