This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[181]
Ἀποδειχθεὶς δὲ Γάιος Καῖσαρ ἀνίησίν τε τῶν δεσμῶν τὸν
Ἀγρίππαν καὶ τῆς Φιλίππου τετραρχίας, θνήσκει γὰρ οὗτος, καθίστησι
βασιλέα. παραγενόμενος δὲ εἰς τὴν ἀρχὴν Ἀγρίππας φθόνῳ
τὰς Ἡρώδου τοῦ τετράρχου διήγειρεν ἐπιθυμίας.
[182]
ἐνῆγε δὲ μάλιστα
τοῦτον εἰς ἐλπίδα βασιλείας Ἡρωδιὰς ἡ γυνὴ κατονειδίζουσα τὴν
ἀργίαν καὶ φαμένη παρὰ τὸ μὴ βούλεσθαι πλεῖν ἐπὶ Καίσαρα στερίσκεσθαι
μείζονος ἀρχῆς: ὅπου μὲν γὰρ Ἀγρίππαν ἐξ ἰδιώτου
βασιλέα πεποίηκεν, ἦπου γ᾽ ἂν ἐκεῖνον διστάσειεν ἐκ τετράρχου;
τούτοις ἀναπεισθεὶς Ἡρώδης ἧκεν πρὸς Γάιον,
[183]
ὑφ᾽ οὗ τῆς πλεονεξίας
ἐπιτιμᾶται φυγῇ εἰς Γαλλίαν: ἠκολούθησεν γὰρ αὐτῷ κατήγορος
Ἀγρίππας, ᾧ καὶ τὴν τετραρχίαν τὴν ἐκείνου προσέθηκεν
Γάιος. καὶ Ἡρώδης μὲν ἐν Γαλλίᾳ συμφυγούσης αὐτῷ καὶ τῆς
γυναικὸς τελευτᾷ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.