This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[222]
Τὸ δ᾽ ἔξωθεν αὐτοῦ πρόσωπον οὐδὲν οὔτ᾽ εἰς ψυχῆς οὔτ᾽
εἰς ὀμμάτων ἔκπληξιν ἀπέλειπεν: πλαξὶ γὰρ χρυσοῦ στιβαραῖς
κεκαλυμμένος πάντοθεν ὑπὸ τὰς πρώτας ἀνατολὰς πυρωδεστάτην
ἀπέπαλλεν αὐγὴν καὶ τῶν βιαζομένων ἰδεῖν τὰς ὄψεις ὥσπερ ἡλιακαῖς
ἀκτῖσιν ἀπέστρεφεν.
[223]
τοῖς γε μὴν ἀφικνουμένοις ξένοις πόρρωθεν
ὅμοιος ὄρει χιόνος πλήρει κατεφαίνετο: καὶ γὰρ καθὰ μὴ
κεχρύσωτο λευκότατος ἦν.
[224]
κατὰ κορυφὴν δὲ χρυσέους ὀβελοὺς ἀνεῖχεν
τεθηγμένους, ὡς μή τινι προσκαθεζομένῳ μολύνοιτο τῶν ὀρνέων.
τῶν δ᾽ ἐν αὐτῷ λίθων ἔνιοι μῆκος πέντε καὶ τεσσαράκοντα πηχῶν
ἦσαν, ὕψος πέντε, εὖρος δ᾽ ἕξ.
[225]
πρὸ αὐτοῦ δ᾽ ὁ βωμὸς πεντεκαίδεκα
μὲν ὕψος ἦν πήχεων, εὖρος δὲ καὶ μῆκος ἐκτείνων ἴσον ἀνὰ πεντήκοντα
πήχεις τετράγωνος ἵδρυτο, κερατοειδεῖς προανέχων γωνίας,
καὶ ἀπὸ μεσημβρίας ἐπ᾽ αὐτὸν ἄνοδος ἠρέμα προσάντης ὑπτίαστο.
κατεσκευάσθη δὲ ἄνευ σιδήρου, καὶ οὐδέποτ᾽ ἔψαυεν αὐτοῦ σίδηρος.
[226]
περιέστεφε δὲ τόν τε ναὸν καὶ τὸν βωμὸν εὔλιθόν τι καὶ
χαρίεν γείσιον ὅσον πηχυαῖον ὕψος, ὃ διεῖργεν ἐξωτέρω τὸν δῆμον
ἀπὸ τῶν ἱερέων.
[227]
γονορροίοις μὲν δὴ καὶ λεπροῖς ἡ πόλις ὅλη, τὸ
δ᾽ ἱερὸν γυναικῶν ἐμμήνοις ἀπεκέκλειστο, παρελθεῖν δὲ ταύταις
οὐδὲ καθαραῖς ἐξῆν ὃν προείπαμεν ὅρον. ἀνδρῶν δ᾽ οἱ μὴ καθάπαν
ἡγνευκότες εἴργοντο τῆς ἔνδον αὐλῆς, καὶ τῶν ἱερέων πάλιν οἱ [μὴ]
καθαρεύοντες εἴργοντο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.