This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[438]
Διὰ ταῦθ᾽ Ἡρώδην μὲν ὠνείδιζεν ἡ Μαριάμμη, καὶ τὴν
ἀδελφὴν αὐτοῦ καὶ τὴν μητέρα δειναῖς ἐξύβριζεν λοιδορίαις. ἀλλ᾽
ὁ μὲν πεφίμωτο τοῖς ἱμέροις, δεινὴ δὲ τὰς γυναῖκας ἀγανάκτησις
εἰσῄει, καὶ πρὸς ὃ μάλιστα κινήσειν τὸν Ἡρώδην ἔμελλον, εἰς
μοιχείαν διέβαλλον αὐτήν,
[439]
ἄλλα τε πολλὰ πρὸς τὸ πιθανὸν ἐνσκευαζόμεναι
καὶ κατηγοροῦσαι διότι τὴν εἰκόνα τὴν ἑαυτῆς πέμψειεν
εἰς Αἴγυπτον Ἀντωνίῳ καὶ δι᾽ ὑπερβολὴν ἀσελγείας ἀποῦσαν δείξειεν
ἑαυτὴν ἀνθρώπῳ γυναικομανοῦντι καὶ βιάζεσθαι δυναμένῳ.
[440]
τοῦθ᾽ ὥσπερ σκηπτὸς ἐμπεσὼν ἐτάραξεν Ἡρώδην, μάλιστα μὲν διὰ
τὸν ἔρωτα ζηλοτύπως ἔχοντα, λογιζόμενον δὲ καὶ τὴν Κλεοπάτρας
δεινότητα, δι᾽ ἣν Λυσανίας τε ὁ βασιλεὺς ἀνῄρητο καὶ Μάλχος ὁ
Ἄραψ: οὐ γὰρ ἀφαιρέσει γαμετῆς ἐμέτρει τὸν κίνδυνον, ἀλλὰ
θανάτῳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.