previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[345]

Τοῖς δὲ Ἰδουμαίοις ἤδη τῆς παρουσίας μετέμελε καὶ προσίστατο τὰ πραττόμενα. [346] συναγαγὼν δὲ αὐτούς τις ἀπὸ τῶν ζηλωτῶν κατ᾽ ἰδίαν ἐλθὼν ἐνεδείκνυτο τὰ συμπαρανομηθέντα τοῖς καλέσασι καὶ τὸ κατὰ τῆς μητροπόλεως διεξῄει: [347] παρατάσσεσθαι μὲν γὰρ ὡς ὑπὸ τῶν ἀρχιερέων προδιδομένης Ῥωμαίοις τῆς μητροπόλεως, εὑρηκέναι δὲ προδοσίας μὲν τεκμήριον οὐδέν, τοὺς δ᾽ ἐκείνην ὑποκρινομένους φυλάττεσθαι καὶ πολέμου καὶ τυραννίδος ἔργα τολμῶντας. [348] προσήκειν μὲν οὖν αὐτοῖς διακωλύειν ἀπ᾽ ἀρχῆς: ἐπειδὴ δὲ ἅπαξ εἰς κοινωνίαν ἐμφυλίου φόνου προέπεσον, ὅρον γοῦν ἐπιθεῖναι τοῖς ἁμαρτήμασι καὶ μὴ παραμένειν χορηγοῦντας ἰσχὺν τοῖς καταλύουσι τὰ πάτρια. [349] καὶ γὰρ εἴ τινες χαλεπαίνουσι τὸ κλεισθῆναι τὰς πύλας καὶ μὴ δοθῆναι μετὰ τῶν ὅπλων αὐτοῖς ἑτοίμην τὴν εἴσοδον, ἀλλὰ τοὺς εἴρξαντας τετιμωρῆσθαι: καὶ τεθνάναι μὲν Ἄνανον, διεφθάρθαι δὲ ἐπὶ μιᾶς νυκτὸς ὀλίγου δεῖν πάντα τὸν δῆμον: [350] ἐφ᾽ οἷς τῶν μὲν οἰκείων πολλοὺς αἰσθάνεσθαι μετανοοῦντας, τῶν ἐπικαλεσαμένων δὲ ὁρᾶν ἄμετρον τὴν ὠμότητα μηδὲ δι᾽ οὓς ἐσώθησαν αἰδουμένων: [351] ἐν ὄμμασι γοῦν τῶν συμμάχων τὰ αἴσχιστα τολμᾶν, καὶ τὰς ἐκείνων παρανομίας Ἰδουμαίοις προσάπτεσθαι, μέχρις ἂν μήτε κωλύῃ τις μήτε χωρίζηται τῶν δρωμένων. [352] δεῖν οὖν, ἐπειδὴ διαβολὴ μὲν πέφηνε τὰ τῆς προδοσίας, ἔφοδος δὲ Ῥωμαίων οὐδεμία προσδοκᾶται, δυναστεία δ᾽ ἐπιτετείχισται τῇ πόλει δυσκατάλυτος, αὐτοὺς ἀναχωρεῖν ἐπ᾽ οἴκου καὶ τῷ μὴ κοινωνεῖν τοῖς φαύλοις ἁπάντων ἀπολογήσασθαι πέρι, ὧν φενακισθέντες μετάσχοιεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: