previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[98]

Λωφήσαντος δὲ πρὸς βραχὺ τοῦ θύραζε πολέμου πάλιν τὸν ἔνδον στάσις ἐπήγειρεν. [99] καὶ τῆς τῶν ἀζύμων ἐνστάσης ἡμέρας τεσσαρεσκαιδεκάτῃ Ξανθικοῦ μηνός, ἐν δοκοῦσιν Ἰουδαῖοι τὸν πρῶτον ἀπαλλαγῆναι καιρὸν Αἰγυπτίων, οἱ μὲν περὶ τὸν Ἐλεάζαρον παρανοίγοντες τὰς πύλας ἐδέχοντο ἐκ τοῦ δήμου τοὺς προσκυνεῖν ἐθέλοντας εἴσω, [100] Ἰωάννης δὲ προκάλυμμα τῆς ἐπιβουλῆς ποιησάμενος τὴν ἑορτὴν τῶν σὺν αὐτῷ κρυπτοῖς ὅπλοις ἐνσκευάσας τοὺς ἀσημοτέρους, ὧν οἱ πλείους ἦσαν ἄναγνοι, διὰ σπουδῆς παρεισπέμπει προκαταληψομένους τὸ ἱερόν. οἱ δ᾽ ὡς ἔνδον ἐγένοντο, τὰς ἐσθῆτας ἀπορρίψαντες ἐφάνησαν ἐξαπίνης ὁπλῖται. [101] ταραχὴ δὲ μεγίστη περὶ τὸν ναὸν αὐτίκα καὶ θόρυβος ἦν, τοῦ μὲν ἔξω τῆς στάσεως λαοῦ κατὰ πάντων ἄκριτον οἰομένων εἶναι τὴν ἐπίθεσιν, τῶν δὲ ζηλωτῶν ἐπὶ σφίσι μόνοις. [102] ἀλλ᾽ οἱ μὲν ἀφέμενοι τὸ φρουρεῖν ἔτι τὰς πύλας καὶ τῶν ἐπάλξεων καταπηδήσαντες πρὶν εἰς χεῖρας ἐλθεῖν εἰς τοὺς ὑπονόμους τοῦ ἱεροῦ κατέφυγον: οἱ δ᾽ ἀπὸ τοῦ δήμου πρὸς τῷ βωμῷ καταπτήσσοντες καὶ περὶ τὸν ναὸν συνειλούμενοι κατεπατοῦντο ξύλοις τε ἀνέδην παιόμενοι καὶ σιδήρῳ. [103] πολλοὺς δὲ τῶν ἡσυχίων κατ᾽ ἔχθραν καὶ μῖσος ἴδιον ὡς ἀντιστασιαστὰς ἀνῄρουν οἱ διάφοροι, καὶ πᾶς προσκρούσας τῳ τῶν ἐπιβούλων πάλαι τηνικαῦτα ἐπιγνωσθεὶς ὡς ζηλωτὴς πρὸς αἰκίαν ἀνήγετο. [104] πολλὰ δὲ δεινὰ τοὺς ἀναιτίους διαθέντες ἐκεχειρίαν τοῖς αἰτίοις ἔδοσαν, καὶ προελθόντας ἐκ τῶν ὑπονόμων διίεσαν. αὐτοὶ δὲ καὶ τὸ ἐνδότερον ἱερὸν κατασχόντες καὶ τὰς ἐν αὐτῷ παρασκευὰς πάσας κατεθάρρουν ἤδη τοῦ Σίμωνος. [105] μὲν οὖν στάσις οὕτω τριμερὴς οὖσα πρότερον εἰς δύο μοίρας περιίσταται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: