This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[246]
Πρὸ δὲ τούτου πολλὰ παρῄνει προελθὼν ἐπὶ τὸν αἰγιαλὸν
Ἡρώδης σὺν Ὑρκανῷ μήθ᾽ ἑαυτοῖς ἀπωλείας αἰτίους μήτε τῇ
πατρίδι πολέμου γίνεσθαι φιλονεικοῦντας ἀκρίτως. τῶν δὲ ἔτι
μᾶλλον ἀγανακτούντων Ἀντώνιος ἐκπέμψας ὁπλίτας πολλοὺς μὲν
ἀπέκτεινεν, πολλοὺς δὲ ἔτρωσεν: ὧν οἵ τε πεσόντες ταφῆς καὶ οἱ
τραυματίαι θεραπείας ἠξιώθησαν ὑπὸ Ὑρκανοῦ.
[247]
οὐ μὴν οἱ διαφυγόντες
ἠρέμουν, ἀλλὰ τὰ κατὰ τὴν πόλιν συνταράσσοντες παρώξυναν
Ἀντώνιον ὥστε καὶ τοὺς δεσμώτας ἀποκτεῖναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.