previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[399]

Τοῦτο ἀκούσας Ἰώσηπος μόνῳ τι διαλεχθῆναι θέλειν ἔλεγεν αὐτῷ. μεταστησαμένου δ᾽ ἐκείνου πλὴν τοῦ παιδὸς Τίτου καὶ δυοῖν φίλων τοὺς ἄλλους ἅπανταςσὺ μέν, [400] ἔφη, Οὐεσπασιανέ, νομίζεις αἰχμάλωτον αὐτὸ μόνον εἰληφέναι Ἰώσηπον, ἐγὼ δὲ ἄγγελος ἥκω σοι μειζόνων. μὴ γὰρ ὑπὸ θεοῦ προπεμπόμενος ᾔδειν τὸν Ἰουδαίων νόμον, καὶ πῶς στρατηγοῖς ἀποθνήσκειν πρέπει. [401] Νέρωνί με πέμπεις: τί γάρ; * οἱ μετὰ Νέρωνα μέχρι σοῦ διάδοχοι μενοῦσιν. σὺ Καῖσαρ, Οὐεσπασιανέ, καὶ αὐτοκράτωρ, σὺ καὶ παῖς σὸς οὗτος. [402] δέσμει δέ με νῦν ἀσφαλέστερον, καὶ τήρει σεαυτῷ: δεσπότης μὲν γὰρ οὐ μόνον ἐμοῦ σὺ Καῖσαρ, ἀλλὰ καὶ γῆς καὶ θαλάττης καὶ παντὸς ἀνθρώπων γένους, ἐγὼ δὲ ἐπὶ τιμωρίαν δέομαι φρουρᾶς μείζονος, [403] εἰ κατασχεδιάζω καὶ θεοῦ.” ταῦτ᾽ εἰπόντος παραχρῆμα μὲν Οὐεσπασιανὸς ἀπιστεῖν ἐδόκει καὶ τὸν Ἰώσηπον ὑπελάμβανεν ταῦτα περὶ σωτηρίας πανουργεῖν, [404] κατὰ μικρὸν δὲ εἰς πίστιν ὑπήγετο τοῦ θεοῦ διεγείροντος αὐτὸν εἰς τὴν ἡγεμονίαν ἤδη καὶ τὰ σκῆπτρα δι᾽ ἑτέρων σημείων προδεικνύντος. [405] ἀτρεκῆ δὲ τὸν Ἰώσηπον καὶ ἐν ἄλλοις κατελάμβανεν: τῶν γὰρ τοῖς ἀπορρήτοις παρατυχόντων φίλων ἕτερος θαυμάζειν ἔφη πῶς οὔτε τοῖς ἐπὶ τῶν Ἰωταπάτων περὶ ἁλώσεως, οὔθ᾽ ἑαυτῷ προμαντεύσαιτο αἰχμαλωσίαν, εἰ μὴ ταῦτα λῆρος εἴη διακρουομένου τὰς ἐπ᾽ αὐτὸν ὀργάς. [406] δὲ Ἰώσηπος καὶ τοῖς Ἰωταπατηνοῖς ὅτι μετὰ τεσσαρακοστὴν ἑβδόμην ἡμέραν ἁλώσονται προειπεῖν ἔφη, καὶ ὅτι πρὸς Ῥωμαίων αὐτὸς ζωγρηθήσεται. [407] ταῦτα παρὰ τῶν αἰχμαλώτων κατ᾽ ἰδίαν Οὐεσπασιανὸς ἐκπυθόμενος ὡς εὕρισκεν ἀληθῆ, οὕτω πιστεύειν περὶ τῶν κατ᾽ αὐτὸν ἦρκτο. [408] φρουρᾶς μὲν οὖν καὶ δεσμῶν οὐκ ἀνίει τὸν Ἰώσηπον, ἐδωρεῖτο δ᾽ ἐσθῆτι καὶ τοῖς ἄλλοις κειμηλίοις φιλοφρονούμενός τε καὶ περιέπων διετέλει τὰ πολλὰ Τίτου τῇ τιμῇ συνεργοῦντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: