This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[34]
Ἀντιόχῳ γε μὴν οὔτε τὸ παρ᾽ ἐλπίδα κρατῆσαι τῆς πόλεως
οὔτε αἱ ἁρπαγαὶ καὶ ὁ τοσοῦτος φόνος ἤρκεσεν, ὑπὸ δὲ ἀκρασίας
παθῶν καὶ κατὰ μνήμην ὧν παρὰ τὴν πολιορκίαν ἔπαθεν ἠνάγκαζεν
Ἰουδαίους καταλύσαντας τὰ πάτρια βρέφη τε αὐτῶν φυλάττειν
ἀπερίτμητα καὶ σῦς ἐπιθύειν τῷ βωμῷ:
[35]
πρὸς ἃ ἅπαντες μὲν
ἠπείθουν, ἐσφάττοντο δὲ οἱ δοκιμώτατοι. καὶ Βακχίδης ὁ πεμφθεὶς
ὑπὸ Ἀντιόχου φρούραρχος, τῇ φυσικῇ προσλαβὼν ὠμότητι τὰ ἀσεβῆ
παραγγέλματα παρανομίας οὐδεμίαν κατέλιπεν ὑπερβολὴν καὶ κατ᾽
ἄνδρα τοὺς ἀξιολόγους αἰκιζόμενος καὶ κοινῇ καθ᾽ ἡμέραν ἐνδεικνύμενος
ὄψιν ἁλώσεως τῇ πόλει, μέχρι ταῖς ὑπερβολαῖς τῶν ἀδικημάτων
τοὺς πάσχοντας εἰς ἀμύνης τόλμαν ἠρέθισε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.