This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[145]
Αὐτὸς δὲ μετὰ μίαν ἡμέραν ἀναλαβὼν πᾶσαν τὴν δύναμιν
εἵπετο καὶ μέχρι δείλης ὁδεύσας πρὸς τὴν Ἰωταπάταν ἀφικνεῖται.
[146]
ἀναλαβὼν δὲ τὴν στρατιὰν εἰς τὸ προσάρκτιον αὐτῆς
μέρος ἔν τινι λόφῳ στρατοπεδεύεται διέχοντι σταδίους ἑπτὰ
τῆς πόλεως, πειρώμενος ὡς μάλιστα τοῖς πολεμίοις εὐσύνοπτος
εἶναι πρὸς ἔκπληξιν:
[147]
ἣ καὶ παραχρῆμα τοσαύτη τοὺς Ἰουδαίους
κατέσχεν, ὡς μηδένα τοῦ τείχους τολμῆσαι προελθεῖν.
[148]
Ῥωμαῖοι
δ᾽ εὐθὺς μὲν ἀπώκνησαν προσβαλεῖν δι᾽ ὅλης ὡδευκότες ἡμέρας,
διπλῇ δὲ τῇ φάλαγγι κυκλοῦνται τὴν πόλιν καὶ τρίτην ἔξωθεν
περιιστᾶσιν τὴν ἵππον, πάσας ἀποφράσσοντες αὐτοῖς τὰς
ἐξόδους.
[149]
τοῦτ᾽ ἐν ἀπογνώσει σωτηρίας παρώξυνε τοὺς Ἰουδαίους
πρὸς τόλμαν: οὐδὲν γὰρ ἀνάγκης ἐν πολέμῳ μαχιμώτερον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.