This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[652]
Κατὰ δὲ τὴν Ἀκραβετηνὴν τοπαρχίαν ὁ Γιώρα Σίμων πολλοὺς
τῶν νεωτεριζόντων συστησάμενος ἐφ᾽ ἁρπαγὰς ἐτράπετο καὶ
οὐ μόνον τὰς οἰκίας ἐσπάρασσεν τῶν πλουσίων, ἀλλὰ καὶ τὰ
σώματα κατῃκίζετο δῆλός τε ἦν ἤδη πόρρωθεν ἀρχόμενος τυραννεῖν.
[653]
πεμφθείσης δ᾽ ἐπ᾽ αὐτὸν ὑπ᾽ Ἀνάνου καὶ τῶν ἀρχόντων
στρατιᾶς πρὸς τοὺς ἐν Μασάδᾳ λῃστὰς μεθ᾽ ὧν εἶχεν κατέφυγεν,
κἀκεῖ μέχρι τῆς Ἀνάνου καὶ τῆς τῶν ἄλλων ἐχθρῶν ἀναιρέσεως μένων
συνελῄζετο τὴν Ἰδουμαίαν:
[654]
ὥστε τοὺς ἄρχοντας τοῦ ἔθνους διὰ τὸ
πλῆθος τῶν φονευομένων καὶ τὰς συνεχεῖς ἁρπαγὰς στρατιὰν ἀθροίσαντας
ἐμφρούρους τὰς κώμας ἔχειν. καὶ τὰ μὲν κατὰ τὴν Ἰδουμαίαν
ἐν τούτοις ἦν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.