This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[409]
Παρελθὼν δὲ Τίτος εἴσω τά τε ἄλλα τῆς ὀχυρότητος
τὴν πόλιν καὶ τῶν πύργων ἀπεθαύμασεν, οὓς οἱ τύραννοι κατὰ
φρενοβλάβειαν ἀπέλιπον.
[410]
κατιδὼν γοῦν τό τε ναστὸν αὐτῶν ὕψος
καὶ τὸ μέγεθος ἑκάστης πέτρας τήν τε ἀκρίβειαν τῆς ἁρμονίας,
καὶ ὅσοι μὲν εὖρος ἡλίκοι δὲ ἦσαν τὴν ἀνάστασιν,
[411]
“σὺν θεῷ γε
ἐπολεμήσαμεν, ἔφη, καὶ θεὸς ἦν ὁ τῶνδε τῶν ἐρυμάτων Ἰουδαίους
καθελών, ἐπεὶ χεῖρες ἀνθρώπων ἢ μηχαναὶ τί πρὸς τούτους τοὺς
[412]
πύργους δύνανται;” τότε μὲν οὖν πολλὰ τοιαῦτα διελέχθη πρὸς τοὺς
φίλους, τοὺς δὲ τῶν τυράννων δεσμώτας, ὅσοι κατελήφθησαν ἐν
τοῖς φρουρίοις, ἀνῆκεν.
[413]
αὖθις δὲ τὴν ἄλλην ἀφανίζων πόλιν καὶ
τὰ τείχη κατασκάπτων τούτους τοὺς πύργους κατέλιπε μνημεῖον
εἶναι τῆς αὐτοῦ τύχης, ᾗ συστρατιώτιδι χρησάμενος ἐκράτησε τῶν
ἁλῶναι μὴ δυναμένων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.