previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[429]

Ἐλεεινὴ δὲ ἦν τροφὴ καὶ δακρύων ἄξιος θέα, τῶν μὲν δυνατωτέρων πλεονεκτούντων, τῶν δ᾽ ἀσθενῶν ὀδυρομένων. πάντων μὲν δὴ παθῶν ὑπερίσταται λιμός, οὐδὲν δ᾽ οὕτως ἀπόλλυσιν ὡς αἰδῶ: τὸ γὰρ ἄλλως ἐντροπῆς ἄξιον ἐν τούτῳ καταφρονεῖται. [430] γυναῖκες γοῦν ἀνδρῶν καὶ παῖδες πατέρων, καὶ τὸ οἰκτρότατον, μητέρες νηπίων ἐξήρπαζον ἐξ αὐτῶν τῶν στομάτων τὰς τροφάς, καὶ τῶν φιλτάτων ἐν χερσὶ μαραινομένων οὐκ ἦν φειδὼ τοὺς τοῦ ζῆν ἀφελέσθαι σταλαγμούς. [431] τοιαῦτα δ᾽ ἐσθίοντες ὅμως οὐ διελάνθανον, πανταχοῦ δ᾽ ἐφίσταντο οἱ στασιασταὶ καὶ τούτων ταῖς ἁρπαγαῖς. [432] ὁπότε γὰρ κατίδοιεν ἀποκεκλεισμένην οἰκίαν, σημεῖον ἦν τοῦτο τοὺς ἔνδον προσφέρεσθαι τροφῆς: εὐθέως δ᾽ ἐξαράξαντες τὰς θύρας εἰσεπήδων, καὶ μόνον οὐκ ἐκ τῶν φαρύγγων ἀναθλίβοντες τὰς ἀκόλους ἀνέφερον. [433] ἐτύπτοντο δὲ γέροντες ἀντεχόμενοι τῶν σιτίων, καὶ κόμης ἐσπαράττοντο γυναῖκες συγκαλύπτουσαι τὰ ἐν χερσίν. οὐδέ τις ἦν οἶκτος πολιᾶς νηπίων, ἀλλὰ συνεπαίροντες τὰ παιδία τῶν ψωμῶν ἐκκρεμάμενα κατέσειον εἰς ἔδαφος. [434] τοῖς δὲ φθάσασι τὴν εἰσδρομὴν αὐτῶν καὶ προκαταπιοῦσι τὸ ἁρπαγησόμενον ὡς ἀδικηθέντες ἦσαν ὠμότεροι. [435] δεινὰς δὲ βασάνων ὁδοὺς ἐπενόουν πρὸς ἔρευναν τροφῆς, ὀρόβοις μὲν ἐμφράττοντες τοῖς ἀθλίοις τοὺς τῶν αἰδοίων πόρους, ῥάβδοις δ᾽ ὀξείαις ἀναπείροντες τὰς ἕδρας, τὰ φρικτὰ δὲ καὶ ἀκοαῖς ἔπασχέ τις εἰς ἐξομολόγησιν ἑνὸς ἄρτου καὶ ἵνα μηνύσῃ δράκα μίαν κεκρυμμένην ἀλφίτων. [436] οἱ βασανισταὶ δ᾽ οὐκ ἐπείνων, καὶ γὰρ ἧττον ἂν ὠμὸν ἦν τὸ μετ᾽ ἀνάγκης, γυμνάζοντες δὲ τὴν ἀπόνοιαν καὶ προπαρασκευάζοντες αὑτοῖς εἰς τὰς ἑξῆς ἡμέρας ἐφόδια. [437] τοῖς δ᾽ ἐπὶ τὴν Ῥωμαίων φρουρὰν νύκτωρ ἐξερπύσασιν ἐπὶ λαχάνων συλλογὴν ἀγρίων καὶ πόας ὑπαντῶντες, ὅτ᾽ ἤδη διαπεφευγέναι τοὺς πολεμίους ἐδόκουν, ἀφήρπαζον τὰ κομισθέντα, [438] καὶ πολλάκις ἱκετευόντων καὶ τὸ φρικτὸν ἐπικαλουμένων ὄνομα τοῦ θεοῦ μεταδοῦναί τι μέρος αὐτοῖς ὧν κινδυνεύσαντες ἤνεγκαν, οὐδ᾽ ὁτιοῦν μετέδοσαν: ἀγαπητὸν δ᾽ ἦν τὸ μὴ καὶ προσαπολέσθαι σεσυλημένον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: