previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[491]

Οὐεσπασιανῷ δ᾽ εἰς Καισάρειαν ἐπιστρέψαντι καὶ παρασκευαζομένῳ μετὰ πάσης τῆς δυνάμεως ἐπ᾽ αὐτῶν τῶν Ἱεροσολύμων ἐξελαύνειν ἀγγέλλεται Νέρων ἀνῃρημένος, τρία καὶ δέκα βασιλεύσας ἔτη καὶ ἡμέρας ὀκτώ. [492] περὶ οὗ λέγειν ὃν τρόπον εἰς τὴν ἀρχὴν ἐξύβρισεν πιστεύσας τὰ πράγματα τοῖς πονηροτάτοις, Νυμφιδίῳ καὶ Τιγελλίνῳ, [493] τοῖς τε ἀναξίοις τῶν ἐξελευθέρων, καὶ ὡς ὑπὸ τούτων ἐπιβουλευθεὶς κατελείφθη μὲν ὑπὸ τῶν φυλάκων ἁπάντων, διαδρὰς δὲ σὺν τέτρασι τῶν πιστῶν ἀπελευθέρων ἐν τοῖς προαστείοις ἑαυτὸν ἀνεῖλεν, καὶ ὡς οἱ καταλύσαντες αὐτὸν μετ᾽ οὐ πολὺν χρόνον δίκας ἔδοσαν, [494] τόν τε κατὰ τὴν Γαλατίαν πόλεμον ὡς ἐτελεύτησε, καὶ πῶς Γάλβας ἀποδειχθεὶς αὐτοκράτωρ εἰς Ῥώμην ἐπανῆλθεν ἐκ τῆς Ἱσπανίας, καὶ ὡς ὑπὸ τῶν στρατιωτῶν αἰτιαθεὶς ἐπὶ ταπεινοφροσύνῃ ἐδολοφονήθη κατὰ μέσην τὴν Ῥωμαίων ἀγορὸν ἀπεδείχθη τε αὐτοκράτωρ Ὄθων: [495] τήν τε τούτου στρατείαν ἐπὶ τοὺς Οὐιτελλίου στρατηγοὺς καὶ κατάλυσιν, ἔπειτα τοὺς κατὰ Οὐιτέλλιον ταράχους καὶ τὴν περὶ τὸ Καπετώλιον συμβολήν, ὅπως τε Ἀντώνιος Πρῖμος καὶ Μουκιανὸς διαφθείραντες Οὐιτέλλιον καὶ τὰ Γερμανικὰ τάγματα κατέστειλαν τὸν ἐμφύλιον πόλεμον. [496] πάντα ταῦτα διεξιέναι μὲν ἐπ᾽ ἀκριβὲς παρῃτησάμην, ἐπειδὴ δι᾽ ὄχλου πᾶσίν ἐστιν καὶ πολλοῖς Ἑλλήνων τε καὶ Ῥωμαίων ἀναγέγραπται, συναφείας δὲ ἕνεκεν τῶν πραγμάτων καὶ τοῦ μὴ διηρτῆσθαι τὴν ἱστορίαν κεφαλαιωδῶς ἕκαστον ἐπισημαίνομαι. [497]

Οὐεσπασιανὸς τοίνυν τὸ μὲν πρῶτον ἀνεβάλλετο τὴν τῶν Ἱεροσολύμων στρατείαν, καραδοκῶν πρὸς τίνα ῥέψει τὸ κρατεῖν μετὰ Νέρωνα: [498] αὖθις δὲ Γάλβαν ἀκούσας αὐτοκράτορα, πρὶν ἐπιστεῖλαί τι περὶ τοῦ πολέμου κἀκεῖνον, οὐκ ἐπεχείρει, πέμπει δὲ πρὸς αὐτὸν καὶ τὸν υἱὸν Τίτον ἀσπασόμενόν τε καὶ ληψόμενον τὰς περὶ Ἰουδαίων ἐντολάς. διὰ δὲ τὰς αὐτὰς αἰτίας ἅμα Τίτῳ καὶ Ἀγρίππας βασιλεὺς πρὸς Γάλβαν ἔπλει. [499] καὶ διὰ τῆς Ἀχαΐας, χειμῶνος γὰρ ἦν ὥρα, μακραῖς ναυσὶ περιπλεόντων φθάνει Γάλβας ἀναιρεθεὶς μετὰ μῆνας ἑπτὰ καὶ ἴσας ἡμέρας: ἐξ οὗ καὶ τὴν ἡγεμονίαν παρέλαβεν Ὄθων ἀντιποιούμενος τῶν πραγμάτων. [500] μὲν οὖν Ἀγρίππας εἰς τὴν Ῥώμην ἀφικέσθαι διέγνω μηδὲν ὀρρωδήσας πρὸς τὴν μεταβολήν: [501] Τίτος δὲ κατὰ δαιμόνιον ὁρμὴν ἀπὸ τῆς Ἑλλάδος εἰς τὴν Συρίαν ἀνέπλει καὶ κατὰ τάχος εἰς Καισάρειαν ἀφικνεῖται πρὸς τὸν πατέρα. [502] καὶ οἱ μὲν μετέωροι περὶ τῶν ὅλων ὄντες ὡς ἂν σαλευομένης τῆς Ῥωμαίων ἡγεμονίας ὑπερεώρων τὴν ἐπὶ Ἰουδαίους στρατείαν, καὶ διὰ τὸν περὶ τῆς πατρίδος φόβον τὴν ἐπὶ τοὺς ἀλλοφύλους ὁρμὴν ἄωρον ἐνόμιζον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: