previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[638]

δὲ Ἰώσηπος πολλὰ διαπειλησάμενος αὐτοῖς καὶ κατονειδίσας, εἰ πρῶτον μὲν ἀράμενοι τὸν πρὸς Ῥωμαίους πόλεμον εἰς στάσεις ἐμφυλίους προαναλίσκουσιν τὴν ἰσχὺν καὶ τὰ εὐκταιότατα δρῶσιν τοῖς ἐχθροῖς, ἔπειτα τὸν κηδεμόνα τῆς ἀσφαλείας αὐτῶν ἀναρπάσαι σπεύδουσιν καὶ κλείειν οὐκ αἰδοῦνται τὴν πόλιν αὐτῷ τῷ τειχίσαντι, προσδέχεσθαι τοὺς ἀπολογησομένους ἔφασκεν καὶ δι᾽ ὧν βεβαιώσεται τὴν πόλιν. [639] κατέβαινον δ᾽ εὐθέως δέκα τῶν Τιβεριέων οἱ δυνατώτατοι: καὶ τοὺς μὲν ἀναλαβὼν μιᾷ τῶν ἁλιάδων ἀνήγαγεν πορρωτέρω, πεντήκοντα δ᾽ ἑτέρους τῆς βουλῆς τοὺς μάλιστα γνωρίμους κελεύει προελθεῖν ὡς καὶ παρ᾽ ἐκείνων πίστιν τινὰ βουλόμενος λαβεῖν. [640] ἔπειτα καινοτέρας σκήψεις ἐπινοῶν ἄλλους ἐπ᾽ ἄλλοις ὡς ἐπὶ συνθήκαις προυκαλεῖτο. [641] τοῖς δὲ κυβερνήταις ἐκέλευσεν τῶν πληρουμένων διὰ τάχους εἰς Ταριχέας ἀναπλεῖν καὶ συγκλείειν τοὺς ἄνδρας εἰς τὸ δεσμωτήριον, μέχρι πᾶσαν μὲν τὴν βουλὴν οὖσαν ἑξακοσίων, περὶ δὲ δισχιλίους τῶν ἀπὸ τοῦ δήμου συλλαβὼν ἀνήγαγεν σκάφεσιν εἰς Ταριχέας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: