previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[407]

Τοιαύτης δὲ τῆς ἁλώσεως γενομένης ἐπὶ μὲν τοῦ φρουρίου καταλείπει φυλακὴν στρατηγός, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀπῆλθεν εἰς Καισάρειαν. [408] οὐδὲ γὰρ ὑπελείπετό τις τῶν κατὰ τὴν χώραν πολεμίων, ἀλλ᾽ ἤδη πᾶσα διὰ μακροῦ τοῦ πολέμου κατέστραπτο πολλοῖς καὶ τῶν ἀπωτάτω κατοικούντων αἴσθησιν καὶ κίνδυνον ταραχῆς παρασχόντος. [409] ἔτι δὲ καὶ περὶ Ἀλεξάνδρειαν τὴν ἐν Αἰγύπτῳ μετὰ ταῦτα συνέβη πολλοὺς Ἰουδαίων ἀποθανεῖν: [410] τοῖς γὰρ ἐκ τῆς στάσεως τῶν σικαρίων ἐκεῖ διαφυγεῖν δυνηθεῖσιν οὐκ ἀπέχρη τὸ σώζεσθαι, πάλιν δὲ καινοτέροις ἐνεχείρουν πράγμασι καὶ πολλοὺς τῶν ὑποδεξαμένων ἔπειθον τῆς ἐλευθερίας ἀντιποιεῖσθαι, καὶ Ῥωμαίους μὲν μηδὲν κρείττους αὑτῶν ὑπολαμβάνειν, θεὸν δὲ μόνον ἡγεῖσθαι δεσπότην. [411] ἐπεὶ δὲ αὐτοῖς τῶν οὐκ ἀφανῶν τινες Ἰουδαίων ἀντέβαινον, τοὺς μὲν ἀπέσφαξαν, τοῖς δ᾽ ἄλλοις ἐνέκειντο πρὸς τὴν ἀπόστασιν παρακαλοῦντες. [412] ὁρῶντες δ᾽ αὐτῶν τὴν ἀπόνοιαν οἱ πρωτεύοντες τῆς γερουσίας οὐκέτ᾽ ἀσφαλὲς αὐτοῖς ἐνόμιζον περιορᾶν, ἀλλὰ πάντας ἀθροίσαντες εἰς ἐκκλησίαν τοὺς Ἰουδαίους ἤλεγχον τὴν ἀπόνοιαν τῶν σικαρίων πάντων αἰτίους ἀποφαίνοντες ἐκείνους τῶν κακῶν: [413] καὶ νῦν ἔφασαν αὐτούς, ἐπείπερ οὐδὲ πεφευγότες τῆς σωτηρίας ἐλπίδα βεβαίαν ἔχουσιν, γνωσθέντας γὰρ ὑπὸ Ῥωμαίων εὐθὺς ἀπολεῖσθαι, τῆς αὐτοῖς προσηκούσης συμφορᾶς ἀναπιμπλάναι τοὺς μηδενὸς τῶν ἁμαρτημάτων μετασχόντας. [414] φυλάξασθαι τοίνυν τὸν ἐξ αὐτῶν ὄλεθρον τὸ πλῆθος παρεκάλουν καὶ περὶ αὑτῶν πρὸς Ῥωμαίους ἀπολογήσασθαι τῇ τούτων παραδόσει. [415] συνιδόντες τοῦ κινδύνου τὸ μέγεθος ἐπείσθησαν τοῖς λεγομένοις, καὶ μετὰ πολλῆς ὁρμῆς ἐπὶ τοὺς σικαρίους ᾁξαντες συνήρπαζον αὐτούς. [416] τῶν δ᾽ ἑξακόσιοι μὲν εὐθὺς ἑάλωσαν, ὅσοι δ᾽ εἰς τὴν Αἴγυπτον καὶ τὰς ἐκεῖ Θήβας διέφυγον, οὐκ εἰς μακρὰν συλληφθέντες ἐπανήχθησαν. [417] ἐφ᾽ ὧν οὐκ ἔστιν ὃς οὐ τὴν καρτερίαν καὶ τὴν εἴτε ἀπόνοιαν εἴτε τῆς γνώμης ἰσχὺν χρὴ λέγειν οὐ κατεπλάγη: [418] πάσης γὰρ ἐπ᾽ αὐτοὺς βασάνου καὶ λύμης τῶν σωμάτων ἐπινοηθείσης ἐφ᾽ ἓν τοῦτο μόνον, ὅπως αὐτῶν Καίσαρα δεσπότην ὁμολογήσωσιν, οὐδεὶς ἐνέδωκεν οὐδὲ ἐμέλλησεν εἰπεῖν, ἀλλὰ πάντες ὑπερτέραν τῆς ἀνάγκης τὴν αὐτῶν γνώμην διεφύλαξαν, ὥσπερ ἀναισθήτοις σώμασι χαιρούσῃ μόνον οὐχὶ τῇ ψυχῇ τὰς βασάνους καὶ τὸ πῦρ δεχόμενοι. [419] μάλιστα δ᾽ τῶν παίδων ἡλικία τοὺς θεωμένους ἐξέπληξεν: οὐδὲ γὰρ ἐκείνων τις ἐξενικήθη Καίσαρα δεσπότην ἐξονομάσαι. τοσοῦτον ἄρα τῆς τῶν σωμάτων ἀσθενείας τῆς τόλμης ἰσχὺς ἐπεκράτει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: