previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[469]

Ἄξιον δ᾽ ἀφηγήσασθαι καὶ τὸ Σίμωνος πάθος, ὃς υἱὸς μὲν ἦν Σαούλου τινὸς τῶν οὐκ ἀσήμων, ῥώμῃ δὲ σώματος καὶ τόλμῃ διαφέρων ἐπὶ κακῷ τῶν ὁμοφύλων ἀμφοτέροις κατεχρήσατο: [470] προϊὼν γοῦν ὁσημέραι πολλοὺς μὲν ἀνῄρει τῶν πρὸς τῇ Σκυθοπόλει Ἰουδαίων, τρεπόμενος δὲ πολλάκις αὐτοὺς ἅπαντας μόνος ἦν ῥοπὴ τῆς παρατάξεως. [471] περιέρχεται δ᾽ αὐτὸν ἀξία ποινὴ τοῦ συγγενικοῦ φόνου: ἐπεὶ γὰρ περισχόντες οἱ Σκυθοπολῖται κατηκόντιζον αὐτοὺς ἀνὰ τὸ ἄλσος, σπασάμενος τὸ ξίφος ἐπ᾽ οὐδένα μὲν ὥρμησεν τῶν πολεμίων, καὶ γὰρ ἑώρα τὸ πλῆθος ἀνήνυτον, ἀναβοήσας δὲ μάλα ἐκπαθῶςἄξιά γε ὧν ἔδρασα πάσχω, [472] Σκυθοπολῖται, καθ᾽ ὑμῶν, οἳ τοσούτῳ φόνῳ συγγενῶν τὴν πρὸς αὐτοὺς εὔνοιαν ἐπιστωσάμεθα. τοιγαροῦν οἷς ἄπιστον μὲν εὐλόγως εὕρηται τὸ ἀλλόφυλον, ἠσέβηται δὲ [εἰς ἔσχατα] τὸ οἰκεῖον, θνήσκωμεν ὡς ἐναγεῖς χερσὶν ἰδίαις: οὐ γὰρ πρέπον ἐν ταῖς τῶν πολεμίων. [473] τὸ αὐτὸ δ᾽ ἂν εἴη μοι καὶ ποινὴ τοῦ μιάσματος ἀξία καὶ πρὸς ἀνδρείαν ἔπαινος, ἵνα μηδεὶς τῶν ἐχθρῶν τὴν ἐμὴν αὐχήσῃ σφαγὴν μηδ᾽ ἐπαλαζονεύσηται πεσόντι.” [474] ταῦτα εἰπὼν ἐλεοῦσιν ἅμα καὶ τεθυμωμένοις ὄμμασιν περισκέπτεται τὴν ἑαυτοῦ γενεάν: ἦν δ᾽ αὐτῷ καὶ γυνὴ καὶ τέκνα καὶ γηραιοὶ γονεῖς. [475] δὲ πρῶτον μὲν τὸν πατέρα τῆς πολιᾶς ἐπισπασάμενος διελαύνει τῷ ξίφει, μεθ᾽ ὃν οὐκ ἄκουσαν τὴν μητέρα κἀπὶ τούτοις τήν τε γυναῖκα καὶ τὰ τέκνα, μόνον οὐχ ὑπαπαντῶντος ἑκάστου τῷ ξίφει καὶ σπεύδοντος φθάσαι τοὺς πολεμίους. [476] δὲ διελθὼν πᾶσαν τὴν γενεὰν καὶ περίοπτος ἐπιστὰς τοῖς σώμασιν τήν τε δεξιὰν ἀνατείνας, ὡς μηδένα λαθεῖν, ὅλον εἰς τὴν ἑαυτοῦ σφαγὴν ἐβάπτισεν τὸ ξίφος, ἄξιος μὲν ἐλέους νεανίας δι᾽ ἀλκὴν σώματος καὶ ψυχῆς παράστημα, τῆς δὲ πρὸς ἀλλοφύλους πίστεως ἕνεκεν ἀκολούθοις πάθεσι χρησάμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: