previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[224]

Τοιαῦτα μὲν ἐποίκιλλεν ἀθρόως δεδισσόμενος, καὶ τὴν ἔξωθεν βοήθειαν ἀναφανδὸν μὲν οὐκ ἐθάρρει λέγειν, ᾐνίσσετο δὲ τοὺς Ἰδουμαίους: ἵνα δὲ καὶ τοὺς ἡγεμόνας τῶν ζηλωτῶν ἰδίᾳ παροξύνῃ, τὸν Ἄνανον εἴς τε ὠμότητα διέβαλλε καὶ ἀπειλεῖν ἐκείνοις ἐξαιρέτως ἔλεγεν. [225] ἦσαν δὲ Ἐλεάζαρος μὲν υἱὸς Γίωνος, ὃς δὴ καὶ πιθανώτατος ἐδόκει τῶν ἐν αὐτοῖς νοῆσαί τε τὰ δέοντα καὶ τὰ νοηθέντα πρᾶξαι, Ζαχαρίας δέ τις υἱὸς Ἀμφικάλλει, γένος ἐκ τῶν ἱερέων ἑκάτερος. [226] οὗτοι πρὸς ταῖς κοιναῖς τὰς ἰδίας καθ᾽ ἑαυτῶν ἀπειλὰς ἀκούσαντες, ἔτι δ᾽ ὡς οἱ περὶ τὸν Ἄνανον δυναστείαν αὑτοῖς περιποιούμενοι Ῥωμαίους ἐπικαλοῖντο, καὶ γὰρ τοῦτο Ἰωάννης προσεψεύσατο, μέχρι πολλοῦ μὲν ἠποροῦντο, τί χρὴ πράττειν εἰς ὀξὺν οὕτως καιρὸν συνεωσμένους: [227] παρεσκευάσθαι μὲν γὰρ τὸν δῆμον ἐπιχειρεῖν αὐτοῖς οὐκ εἰς μακράν, αὐτῶν δὲ τὸ σύντομον τῆς ἐπιβουλῆς ὑποτετμῆσθαι τὰς ἔξωθεν ἐπικουρίας: πάντα γὰρ ἂν φθῆναι παθεῖν πρὶν καὶ πυθέσθαι τινὰ τῶν συμμάχων. [228] ἔδοξε δ᾽ ὅμως ἐπικαλεῖσθαι τοὺς Ἰδουμαίους, καὶ γράψαντες ἐπιστολὴν σύντομον, ὡς Ἄνανος μὲν προδιδοίη Ῥωμαίοις τὴν μητρόπολιν ἐξαπατήσας τὸν δῆμον, αὐτοὶ δ᾽ ὑπὲρ τῆς ἐλευθερίας ἀποστάντες ἐν τῷ ἱερῷ φρουροῖντο, [229] ὀλίγος δ᾽ ἔτι χρόνος αὐτοῖς βραβεύοι τὴν σωτηρίαν, εἰ δὲ μὴ βοηθήσουσιν ἐκεῖνοι κατὰ τάχος, αὐτοὶ μὲν ὑπ᾽ Ἀνάνῳ τε καὶ τοῖς ἐχθροῖς, πόλις δ᾽ ὑπὸ Ῥωμαίους φθάσει γενομένη. τὰ δὲ πολλὰ τοῖς ἀγγέλοις ἐνετέλλοντο πρὸς τοὺς ἄρχοντας τῶν Ἰδουμαίων διαλέγεσθαι. [230] προεβλήθησαν δὲ ἐπὶ τὴν ἀγγελίαν δύο τῶν δραστηρίων ἀνδρῶν εἰπεῖν τε ἱκανοὶ καὶ πεῖσαι περὶ πραγμάτων, τὸ δὲ τούτων χρησιμώτερον, ὠκύτητι ποδῶν διαφέροντες: [231] τοὺς μὲν γὰρ Ἰδουμαίους αὐτόθεν ᾔδεισαν πεισθησομένους, ἅτε θορυβῶδες καὶ ἄτακτον ἔθνος αἰεί τε μετέωρον πρὸς τὰ κινήματα καὶ μεταβολαῖς χαῖρον, πρὸς ὀλίγην τε κολακείαν τῶν δεομένων τὰ ὅπλα κινοῦν καὶ καθάπερ εἰς ἑορτὴν εἰς τὰς παρατάξεις ἐπειγόμενον. [232] ἔδει δὲ τάχους εἰς τὴν ἀγγελίαν: εἰς μηδὲν ἐλλείποντες προθυμίας οἱ πεμφθέντες, ἐκαλεῖτο δ᾽ αὐτῶν Ἀνανίας ἑκάτερος, καὶ δὴ πρὸς τοὺς ἄρχοντας τῶν Ἰδουμαίων παρῆσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: