previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[195]

Τῶν δὲ τὸν νόμον καὶ τὸ πάτριον ἔθος προτεινομένων καὶ ὡς οὐδὲ θεοῦ τι δείκηλον, οὐχ ὅπως ἀνδρός, οὐ κατὰ τὸν ναὸν μόνον ἀλλ᾽ οὐδὲ ἐν εἰκαίῳ τινὶ τόπῳ τῆς χώρας θέσθαι θεμιτὸν εἴη, ὑπολαβὼν Πετρώνιοςἀλλὰ μὴν καὶ ἐμοὶ φυλακτέος τοὐμοῦ δεσπότου νόμος”, ἔφη: “παραβὰς γὰρ αὐτὸν καὶ φεισάμενος ὑμῶν ἀπολοῦμαι δικαίως. πολεμήσει δ᾽ ὑμᾶς πέμψας με καὶ οὐκ ἐγώ: [196] καὶ γὰρ αὐτός, ὥσπερ ὑμεῖς, ἐπιτάσσομαι.” πρὸς ταῦτα τὸ πλῆθος πάντ᾽ ἐβόα πρὸ τοῦ νόμου πάσχειν ἑτοίμως ἔχειν. καταστείλας δ᾽ αὐτῶν Πετρώνιος τὴν βοήν, “πολεμήσετε, εἶπεν, ἄρα [197] Καίσαρι;” καὶ Ἰουδαῖοι περὶ μὲν Καίσαρος καὶ τοῦ δήμου τῶν Ῥωμαίων δὶς τῆς ἡμέρας θύειν ἔφασαν, εἰ δὲ βούλεται τὰς εἰκόνας ἐγκαθιδρύειν, πρότερον αὐτὸν δεῖν ἅπαν τὸ Ἰουδαίων ἔθνος προθύσασθαι: παρέχειν δὲ σφᾶς αὐτοὺς ἑτοίμους εἰς τὴν σφαγὴν ἅμα τέκνοις καὶ γυναιξίν. [198] ἐπὶ τούτοις θαῦμα καὶ οἶκτος εἰσῄει τὸν Πετρώνιον τῆς τε ἀνυπερβλήτου θρησκείας τῶν ἀνδρῶν καὶ τοῦ πρὸς θάνατον ἑτοίμου παραστήματος. καὶ τότε μὲν ἄπρακτοι διελύθησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: