Συνῄνει τοῖς λεγομένοις Ἡρώδης, καὶ τὴν μὲν πρὸς Ἀλέξανδρον ὀργὴν ἐπανίει πρὸς ὀλίγον, πρὸς δὲ Φερώραν παρωξύνετο: τῶν γὰρ τεσσάρων βίβλων οὗτος ἦν ὑπόθεσις. ὃς κατιδὼν τό τε τοῦ βασιλέως ὀξύρροπον καὶ τὴν Ἀρχελάου φιλίαν παρ᾽ αὐτῷ πάντων κρατοῦσαν, ὡς οὐκ ἐνῆν εὐσχήμονι σωτηρία, τὴν δι᾽ ἀναιδείας ἐπορίζετο: καταλείψας γοῦν Ἀλέξανδρον προσέφυγεν Ἀρχελάῳ. [505] κἀκεῖνος οὐχ ὁρᾶν ἔφη, πῶς ἂν αὐτὸν ἐξαιτήσαιτο τοσούτοις ἐνεχόμενον ἐγκλήμασιν, ἐξ ὧν σαφῶς ἀποδείκνυται τοῦ βασιλέως ἐπίβουλος καὶ τῶν παρόντων τῷ μειρακίῳ κακῶν αἴτιος γεγονώς, εἰ μὴ βούλεται τὸ πανοῦργον καὶ τὰς ἀρνήσεις ἀφεὶς προσομολογῆσαι μὲν τὰ κατηγορημένα, συγγνώμην δ᾽ αἰτήσασθαι παρὰ τἀδελφοῦ καὶ φιλοῦντος: εἰς γὰρ τοῦτο πάντα τρόπον αὐτὸς συνεργήσειν.