previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[331]

Αἱρεῖ δὲ Καῖσαρ ταύτῃ τὸ τεῖχος ἡμέρᾳ πέμπτῃ μετὰ τὸ πρῶτον, καὶ τῶν Ἰουδαίων φυγόντων ἀπ᾽ αὐτοῦ παρέρχεται μετὰ χιλίων ἔνδον ὁπλιτῶν καὶ τῶν περὶ αὐτὸν ἐπιλέκτων, καθὸ καὶ τῆς καινῆς πόλεως ἐριοπώλιά τε ἦν καὶ χαλκεῖα καὶ ἱματίων ἀγορά, πρός τε τὸ τεῖχος πλάγιοι κατέτεινον οἱ στενωποί. [332] εἰ μὲν οὖν τοῦ τείχους εὐθέως πλέον διέλυσεν πολέμου νόμῳ παρελθὼν ἐπόρθει τὸ ληφθέν, οὐκ ἂν οἶμαί τις ἐμίγη βλάβη τῷ κράτει. [333] νῦν δὲ Ἰουδαίους μὲν ἐλπίσας δυσωπήσειν ἐξὸν κακοῦν τῷ μὴ θέλειν, πρὸς δ᾽ ἀναχώρησιν εὐμαρῆ τὴν εἰσβολὴν οὐκ ἐπλάτυνεν: οὐ γὰρ ἐπιβουλεύσειν οὓς εὐεργετεῖν ὑπελάμβανεν. [334] παρελθὼν γοῦν οὔτε κτείνειν τινὰ τῶν καταλαμβανομένων ἐπέτρεψεν οὔτε ὑποπιμπράναι τὰς οἰκίας, ἀλλὰ τοῖς μὲν στασιασταῖς εἰ βούλοιντο μάχεσθαι δίχα τῆς τοῦ δήμου βλάβης ἄδειαν ἐξόδου, τῷ δήμῳ δὲ τὰς κτήσεις ὑπισχνεῖτο δώσειν: περὶ πλείστου γὰρ ἐποιεῖτο σῶσαι τὴν μὲν πόλιν αὑτῷ, τὸν δὲ ναὸν τῇ πόλει. [335] τὸν μὲν οὖν λαὸν ἕτοιμον εἶχεν εἰς προύτρεπεν καὶ πάλαι, τοῖς μαχίμοις δ᾽ ἐδόκει τὸ φιλάνθρωπον ἀσθένεια, καὶ τὸν Τίτον ἀδυναμίᾳ τοῦ τὴν ἄλλην πόλιν ἑλεῖν ταῦτα προτείνειν ὑπελάμβανον. [336] διαπειλοῦντες δὲ τοῖς δημόταις θάνατον, εἰ περὶ παραδόσεως μνησθείη τις αὐτῶν, καὶ τοὺς παραφθεγγομένους εἰρήνην ἀποσφάττοντες, ἐπιτίθενται καὶ τοῖς εἰσελθοῦσι Ῥωμαίων, οἱ μὲν κατὰ τοὺς στενωποὺς ὑπαντιάσαντες, οἱ δ᾽ ἀπὸ τῶν οἰκιῶν, ἄλλοι δ᾽ ἔξω τοῦ τείχους κατὰ τὰς ἄνω προπηδήσαντες πύλας. [337] πρὸς οὓς ταραχθέντες οἱ φρουροὶ τοῦ τείχους καθαλλόμενοι τῶν πύργων ἀνεχώρουν εἰς τὰ στρατόπεδα. [338] κραυγὴ δ᾽ ἦν τῶν μὲν εἴσω πάντοθεν πολεμίοις κεκυκλωμένων, τῶν δ᾽ ἔξωθεν περὶ τοῖς ἀπολειφθεῖσι δεδοικότων. πληθύνοντες δ᾽ ἀεὶ Ἰουδαῖοι καὶ πολλὰ πλεονεκτοῦντες κατ᾽ ἐμπειρίαν τῶν στενωπῶν ἐτίτρωσκόν τε πολλοὺς καὶ προσπίπτοντες ἐξώθουν. [339] οἱ δὲ κατ᾽ ἀνάγκην τὸ πλέον ἀντεῖχον, οὐ γὰρ ἦν ἀθρόους διαφυγεῖν διὰ στενοῦ τοῦ τείχους, δοκοῦσί τε ἂν κατακοπῆναι πάντες οἱ παρελθόντες μὴ προσαμύναντος τοῦ Τίτου. [340] διαστήσας γὰρ ἐπ᾽ ἄκροις τοῖς στενωποῖς τοὺς τοξότας καὶ κατὰ τὸν μάλιστα πληθύοντα σταθεὶς αὐτός, ἀνέστελλε τοῖς βέλεσι τοὺς πολεμίους, καὶ σὺν αὐτῷ Δομέτιος Σαβῖνος, ἀνὴρ ἀγαθὸς καὶ κατὰ ταύτην φανεὶς τὴν μάχην. [341] παρέμεινε δὲ συνεχῶς τοξεύων Καῖσαρ καὶ τοὺς Ἰουδαίους κωλύων παρελθεῖν, μέχρι πάντες ἀνεχώρησαν οἱ στρατιῶται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: