This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ὁ μὲν Τίτος ὃν προειρήκαμεν τρόπον διοδεύσας τὴν
ὑπὲρ Αἰγύπτου μέχρι Συρίας ἐρημίαν εἰς Καισάρειαν παρῆν ταύτῃ
διεγνωκὼς προσυντάξασθαι τὰς δυνάμεις.
[2]
ἔτι δ᾽ αὐτοῦ κατὰ τὴν
Ἀλεξάνδρειαν συγκαθισταμένου τῷ πατρὶ τὴν ἡγεμονίαν νέον αὐτοῖς
ἐγκεχειρισμένην ὑπὸ τοῦ θεοῦ συνέβη καὶ τὴν ἐν [τοῖς] Ἱεροσολύμοις
στάσιν ἀνακμάσασαν τριμερῆ γενέσθαι καὶ καθ᾽ αὑτοῦ θάτερον
ἐπιστρέψαι μέρος, ὅπερ ἄν τις ὡς ἐν κακοῖς ἀγαθὸν εἴποι καὶ
δίκης ἔργον.
[3]
ἡ μὲν γὰρ κατὰ τοῦ δήμου τῶν ζηλωτῶν ἐπίθεσις,
ἥπερ κατῆρξεν ἁλώσεως τῇ πόλει, προδεδήλωται μετὰ ἀκριβείας
ὅθεν τε ἔφυ καὶ πρὸς ὅσον κακῶν ηὐξήθη:
[4]
ταύτην δ᾽ οὐκ ἂν ἁμάρτοι
τις εἰπὼν στάσει στάσιν ἐγγενέσθαι, καὶ καθάπερ θηρίον λυσσῆσαν
ἐνδείᾳ τῶν ἔξωθεν ἐπὶ τὰς ἰδίας ἤδη σάρκας ὁρμᾷ,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.