This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[585]
Κατὰ δὲ τὸν αὐτὸν καιρὸν περιέσχε καὶ τὴν Ῥώμην πάθη
χαλεπά.
[586]
παρῆν μὲν γὰρ ἀπὸ Γερμανίας Οὐιτέλλιος ἅμα τῷ στρατιωτικῷ
πολὺ πλῆθος ἐπισυρόμενος ἕτερον, μὴ χωρούμενος δὲ τοῖς
ἀποδεδειγμένοις εἰς τοὺς στρατιώτας περιβόλοις ὅλην ἐποιήσατο τὴν
Ῥώμην στρατόπεδον καὶ πᾶσαν οἰκίαν ὁπλιτῶν ἐπλήρωσεν.
[587]
οἱ δὲ
ἀήθεσιν ὀφθαλμοῖς τὸν Ῥωμαίων πλοῦτον θεασάμενοι καὶ περιλαμφθέντες
πάντοθεν ἀργύρῳ τε καὶ χρυσῷ τὰς ἐπιθυμίας μόλις
κατεῖχον, ὥστε μὴ ἐφ᾽ ἁρπαγὰς τρέπεσθαί τε καὶ τοὺς ἐμποδὼν γινομένους
ἀναιρεῖν. καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.