This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[429]
Ἐχρήσατο δὲ καὶ σώματι πρὸς τὴν ψυχὴν ἀναλόγῳ, κυνηγέτης
μὲν ἄριστος ἀεὶ γενόμενος, ἐν ᾧ μάλιστα δι᾽ ἐμπειρίαν ἱππικῆς
ἐπετύγχανεν: μιᾷ γοῦν ἡμέρᾳ ποτὲ τεσσαράκοντα θηρίων ἐκράτησεν:
ἔστι δὲ καὶ συοτρόφος μὲν ἡ χώρα, τὸ πλέον δ᾽ ἐλάφων
καὶ ὀνάγρων εὔπορος: πολεμιστὴς δ᾽ ἀνυπόστατος.
[430]
πολλοὶ γοῦν
κἀν ταῖς γυμνασίαις αὐτὸν κατεπλάγησαν ἀκοντιστήν τε ἰθυβολώτατον
καὶ τοξότην εὐστοχώτατον ἰδόντες. πρὸς δὲ τοῖς ψυχικοῖς
καὶ τοῖς σωματικοῖς προτερήμασιν ἐχρήσατο καὶ δεξιᾷ τύχῃ: καὶ
γὰρ σπάνιον ἔπταισεν ἐν πολέμῳ, καὶ τῶν πταισμάτων οὐκ αὐτὸς
αἴτιος, ἀλλ᾽ ἢ προδοσίᾳ τινῶν ἢ προπετείᾳ στρατιωτῶν ἐγένετο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.