This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[330]
Οἱ δὲ στασιασταὶ δείσαντες μὴ πάλιν ἐπελθὼν ὁ Φλῶρος
κρατήσῃ τοῦ ἱεροῦ διὰ τῆς Ἀντωνίας, ἀναβάντες εὐθέως τὰς συνεχεῖς
στοὰς τοῦ ἱεροῦ πρὸς τὴν Ἀντωνίαν διέκοψαν.
[331]
τοῦτ᾽ ἔψυξεν
τὴν Φλώρου πλεονεξίαν: τῶν γὰρ τοῦ θεοῦ θησαυρῶν ἐφιέμενος
καὶ διὰ τοῦτο παρελθεῖν ἐπιθυμῶν εἰς τὴν Ἀντωνίαν, ὡς ἀπερράγησαν
αἱ στοαί, τὴν ὁρμὴν ἀνετράπη, καὶ μεταπεμψάμενος τούς τε
ἀρχιερεῖς καὶ τὴν βουλὴν αὐτὸς μὲν ἐξιέναι τῆς πόλεως ἔφη, φρουρὰν
δ᾽ ἐγκαταλείψειν αὐτοῖς ὅσην ἂν ἀξιώσωσιν.
[332]
τῶν δὲ πάντα
περὶ ἀσφαλείας καὶ τοῦ μηδὲν νεωτερίσειν ὑποσχομένων, εἰ μίαν
αὐτοῖς καταλείποι σπεῖραν, μὴ μέντοι τὴν μαχεσαμένην: πρὸς γὰρ
ταύτην ἀπεχθῶς δι᾽ ἃ πέπονθεν ἔχειν τὸ πλῆθος: ἀλλάξας τὴν σπεῖραν,
ὡς ἠξίουν, μετὰ τῆς λοιπῆς δυνάμεως ὑπέστρεψεν εἰς Καισάρειαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.