previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[236]

Τῇ δ᾽ ἐπιούσῃ Τίτος μέρει τῆς δυνάμεως σβεννύειν τε καὶ τὰ παρὰ τὰς πύλας ὁδοποιεῖν εἰς εὐμαρεστέραν τῶν ταγμάτων ἄνοδον κελεύσας αὐτὸς συνῆγε τοὺς ἡγεμόνας. [237] καὶ συνελθόντων ἓξ τῶν κορυφαιοτάτων, Τιβερίου τε Ἀλεξάνδρου τοῦ πάντων τῶν στρατευμάτων ἐπάρχοντος, καὶ Σέξτου Κερεαλίου τοῦ τὸ πέμπτον ἄγοντος τάγμα, καὶ Λαρκίου Λεπίδου τὸ δέκατον, καὶ Τίτου Φρυγίου τὸ πεντεκαιδέκατον, [238] πρὸς οἷς Φρόντων ἦν Ἑτέριος στρατοπεδάρχης τῶν ἀπὸ Ἀλεξανδρείας δύο ταγμάτων, καὶ Μᾶρκος Ἀντώνιος Ἰουλιανὸς τῆς Ἰουδαίας ἐπίτροπος, καὶ μετὰ τούτους ἐπιτρόπων καὶ χιλιάρχων ἀθροισθέντων, βουλὴν περὶ τοῦ ναοῦ προυτίθει. [239] τοῖς μὲν οὖν ἐδόκει χρῆσθαι τῷ τοῦ πολέμου νόμῳ: μὴ γὰρ ἄν ποτε Ἰουδαίους παύσασθαι νεωτερίζοντας τοῦ ναοῦ μένοντος, ἐφ᾽ ὃν οἱ πανταχόθεν συλλέγονται. [240] τινὲς δὲ παρῄνουν, εἰ μὲν καταλίποιεν αὐτὸν Ἰουδαῖοι καὶ μηδεὶς ἐπ᾽ αὐτοῦ τὰ ὅπλα θείη, σώζειν, εἰ δὲ πολεμοῖεν ἐπιβάντες, καταφλέγειν: φρούριον γάρ, οὐκέτι ναὸν εἶναι, καὶ τὸ λοιπὸν ἔσεσθαι τῶν ἀναγκασάντων τὴν ἀσέβειαν, οὐκ αὐτῶν. [241] δὲ Τίτος οὐδ᾽ ἂν ἐπιβάντες ἐπ᾽ αὐτοῦ πολεμῶσιν Ἰουδαῖοι φήσας ἀντὶ τῶν ἀνδρῶν ἀμυνεῖσθαι τὰ ἄψυχα οὐδὲ καταφλέξειν ποτὲ τηλικοῦτον ἔργον: Ῥωμαίων γὰρ ἔσεσθαι τὴν βλάβην, ὥσπερ καὶ κόσμον τῆς ἡγεμονίας αὐτοῦ μένοντος: [242] θαρροῦντες δὲ ἤδη προσετίθεντο τῇ γνώμῃ Φρόντων τε καὶ Ἀλέξανδρος καὶ Κερεάλιος. [243] τότε μὲν οὖν διαλύει τὸ συνέδριον καὶ τὰς ἄλλας δυνάμεις διαναπαῦσαι κελεύσας τοῖς ἡγεμόσιν, ὅπως ἐρρωμενεστέροις ἐν τῇ παρατάξει χρήσαιτο, τοῖς ἀπὸ τῶν σπειρῶν ἐπιλέκτοις ὁδοποιεῖν διὰ τῶν ἐρειπίων προσέταξε καὶ τὸ πῦρ σβεννύειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: