previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[97]

Πρὸς ταῦτα τῶν μὲν δημοτικῶν οὐ μόνον οὐκ ἀποκρίνεσθαί τινι μετῆν, ἀλλ᾽ οὐδ᾽ ἐπὶ τὸ τεῖχος ἀναβῆναι: προδιείληπτο γὰρ ἅπαν τοῖς λῃστρικοῖς, καὶ φύλακες τῶν πυλῶν ἦσαν, ὡς μή τινες προέλθοιεν ἐπὶ τὰς σπονδὰς δέξαιντό τινας τῶν ἱππέων εἰς τὴν πόλιν: [98] δ᾽ Ἰωάννης αὐτός τε ἀγαπᾶν ἔφη τὰς προκλήσεις καὶ τοὺς ἀπειθοῦντας πείσειν συναναγκάσειν: [99] δεῖν μέντοι τὴν ἡμέραν αὐτὸν ἐκείνην, ἑβδομὰς γὰρ ἦν, χαρίσασθαι τῷ Ἰουδαίων νόμῳ, καθ᾽ ἣν ὥσπερ ὅπλα κινεῖν αὐτοῖς, οὕτω καὶ τὸ συντίθεσθαι περὶ εἰρήνης ἀθέμιτον. [100] οὐκ ἀγνοεῖν δὲ οὐδὲ Ῥωμαίους, ὡς ἀργὴ πάντων αὐτοῖς ἐστιν τῆς ἑβδομάδος περίοδος, ἔν τε τῷ παραβαίνειν αὐτὴν οὐχ ἧττον ἀσεβεῖν τῶν βιασθέντων τὸν βιασάμενον. φέρειν δ᾽ ἐκείνῳ μὲν οὐδεμίαν βλάβην τὰ τῆς ὑπερθέσεως: [101] τί γὰρ ἄν τις ἐν νυκτὶ βουλεύσαιτο δρασμοῦ πλέον ἐξὸν περιστρατοπεδεύσαντα παραφυλάξαι; [102] μέγα δὲ κέρδος αὐτοῖς τὸ μηδὲν παραβῆναι τῶν πατρίων ἐθῶν. πρέπει δὲ τῷ παρὰ προσδοκίαν εἰρήνην χαριζομένῳ τοῖς σωζομένοις τηρεῖν καὶ τοὺς νόμους.” [103] τοιούτοις ἐσοφίζετο τὸν Τίτον, οὐ τοσοῦτον τῆς ἑβδομάδος στοχαζόμενος, ὅσον τῆς αὑτοῦ σωτηρίας: ἐδεδοίκει δὲ ἐγκαταληφθῆναι παραχρῆμα τῆς πόλεως ἁλούσης ἐν νυκτὶ καὶ φυγῇ τὰς ἐλπίδας ἔχων τοῦ βίου. [104] θεοῦ δ᾽ ἦν ἔργον ἄρα τοῦ σώζοντος τὸν Ἰωάννην ἐπὶ τὸν τῶν Ἱεροσολύμων ὄλεθρον τὸ μὴ μόνον πεισθῆναι Τίτον τῇ σκήψει τῆς ὑπερθέσεως, ἀλλὰ καὶ τῆς πόλεως πορρωτέρω στρατοπεδεύσασθαι πρὸς Κυδασοῖς: [105] μεσόγειος δέ ἐστι Τυρίων κώμη καρτερά, διὰ μίσους ἀεὶ καὶ πολέμου Γαλιλαίοις, ἔχουσα πλῆθός τε οἰκητόρων καὶ τὴν ὀχυρότητα τῆς πρὸς τὸ ἔθνος διαφορᾶς ἐφόδια.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: