previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[617]

Φραξάμενος οὖν αὐτοῖς ἧκεν εἰς τὸ βασίλειον δίχα τῶν φίλων: οὗτοι γὰρ ὑβρισθέντες ἐπὶ τοῦ πρώτου πυλῶνος εἴρχθησαν: ἔτυχεν δ᾽ ἔνδον ὢν Οὔαρος τῆς Συρίας ἡγεμών. δὲ εἴσεισι πρὸς τὸν πατέρα καὶ τῇ τόλμῃ παρακροτήσας ἑαυτὸν ἤγγιζεν ὡς ἀσπασόμενος. [618] κἀκεῖνος τὰς χεῖρας προβαλὼν καὶ τὴν κεφαλὴν παρακλίνας, “ἔστιν, ἐξεβόησεν, καὶ τοῦτο πατροκτόνου τὸ περιπλέκεσθαί μοι θέλειν ἐν τηλικαύταις αἰτίαις ὄντα. φθείρου, δυσσεβεστάτη κεφαλή, μηδέ μου ψαύσῃς πρὶν ἀποσκευάσασθαι τὰ ἐγκλήματα. δίδωμι δέ σοι δικαστήριον καὶ δικαστὴν εὐκαίρως ἥκοντα Οὔαρον. ἴθι καὶ σκέπτου τὴν ἀπολογίαν εἰς αὔριον: παρέχω γάρ σου καιρὸν [619] τοῖς πανουργεύμασιν.” πρὸς ταῦτα μηδὲν ὑπ᾽ ἐκπλήξεως ἀποκρίνασθαι δυνηθεὶς αὐτὸς ὑπέστρεψεν, παραγενόμεναι δὲ πρὸς αὐτὸν ἐκδιηγήσαντο πάντας τοὺς ἐλέγχους τε μήτηρ καὶ γυνή. καὶ τότε μὲν ἀνανήψας ἐν σκέψει τῆς ἀπολογίας ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: