previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[177]

Οἱ δὲ ἀνὰ τὸ ἱερὸν στασιασταὶ φανερῶς τε οὐκ ἀνίεσαν τοὺς ἐπὶ τῶν χωμάτων στρατιώτας ἀμυνόμενοι καθ᾽ ἑκάστην ἡμέραν, καὶ τοῦ προειρημένου μηνὸς ἑβδόμῃ καὶ εἰκάδι δόλον ἐνσκευάζονται τοιόνδε. [178] τῆς ἑσπερίου στοᾶς τὸ μεταξὺ τῶν δοκῶν καὶ τῆς ὑπ᾽ αὐτῆς ὀροφῆς ὕλης ἀναπιμπλᾶσιν αὔης, πρὸς δὲ ἀσφάλτου τε καὶ πίσσης: ἔπειθ᾽ ὡς καταπονούμενοι δῆθεν ὑπεχώρουν. [179] πρὸς τῶν μὲν ἀσκέπτων πολλοὶ ταῖς ὁρμαῖς φερόμενοι προσέκειντο τοῖς ὑποχωροῦσιν ἐπί τε τὴν στοὰν ἀνεπήδων προσθέμενοι κλίμακας, οἱ δὲ συνετώτεροι τὴν ἄλογον τροπὴν τῶν Ἰουδαίων ὑπονοήσαντες ἔμενον. [180] κατεπλήσθη μέντοι τῶν ἀναπηδησάντων στοά, κἀν τούτῳ Ἰουδαῖοι πᾶσαν ὑποπιμπρᾶσιν αὐτήν. αἰρομένης δ᾽ αἰφνιδίως πάντοθεν τῆς φλογὸς τούς τε ἔξω τοῦ κινδύνου Ῥωμαίους ἔκπληξις ἐπέσχε δεινὴ καὶ τοὺς περισχεθέντας ἀμηχανία. [181] κυκλούμενοι δὲ ὑπὸ τῆς φλογὸς οἱ μὲν εἰς τὴν πόλιν ὀπίσω κατεκρήμνιζον ἑαυτούς, οἱ δ᾽ εἰς τοὺς πολεμίους, πολλοὶ δ᾽ ἐλπίδι σωτηρίας εἰς τοὺς σφετέρους καταπηδῶντες ἐκλῶντο τὰ μέλη, πλείστων δ᾽ ἔφθανε τὰς ὁρμὰς τὸ πῦρ καί τινες τὴν φλόγα σιδήρῳ. [182] περιεῖχε δ᾽ εὐθέως καὶ τοὺς ἄλλως φθειρομένους τὸ πῦρ ἐπὶ πλεῖστον ἐκφερόμενον. Καίσαρα δὲ καίπερ χαλεπαίνοντα τοῖς ἀπολλυμένοις, ἐπειδὴ δίχα παραγγέλματος ἀναβεβήκεσαν, ὅμως οἶκτος εἰσῄει τῶν ἀνδρῶν: [183] καὶ μηδενὸς προσαμύνειν δυναμένου, τοῦτο γοῦν παραμύθιον ἦν τοῖς φθειρομένοις τὸ βλέπειν ὑπὲρ οὗ τις ἠφίει τὴν ψυχὴν ὀδυνώμενον: βοῶν τε γὰρ αὐτοῖς καὶ προπηδῶν καὶ τοῖς περὶ αὐτὸν ἐκ τῶν ἐνόντων ἐπαμύνειν παρακαλῶν δῆλος ἦν. [184] τὰς δὲ φωνὰς ἕκαστος καὶ τὴν διάθεσιν ὥσπερ τι λαμπρὸν ἀποφέρων ἐντάφιον εὔθυμος ἀπέθνησκεν. [185] ἔνιοί γε μὴν ἐπὶ τὸν τοῖχον τῆς στοᾶς ὄντα πλατὺν ἀναχωρήσαντες ἐκ μὲν τοῦ πυρὸς διεσώθησαν, ὑπὸ δὲ τῶν Ἰουδαίων περισχεθέντες ἐπὶ πολὺ μὲν ἀντέσχον διατιτρωσκόμενοι, τέλος δὲ πάντες ἔπεσον,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: