This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[562]
Οἱ δὲ διώξαντες τὸν Κέστιον ὡς ὑπέστρεψαν εἰς Ἱεροσόλυμα,
τοὺς μὲν βίᾳ τῶν ἔτι ῥωμαϊζόντων τοὺς δὲ πειθοῖ προσήγοντο,
καὶ συναθροισθέντες εἰς τὸ ἱερὸν στρατηγοὺς ἀπεδείκνυσαν
τοῦ πολέμου πλείονας.
[563]
ᾑρέθη δὲ Ἰώσηπός τε υἱὸς Γωρίονος καὶ
ὁ ἀρχιερεὺς Ἄνανος τῶν τε κατὰ τὴν πόλιν ἁπάντων αὐτοκράτορες
καὶ μάλιστα τὰ τείχη τῆς πόλεως ἀνεγείρειν:
[564]
τὸν γὰρ τοῦ Σίμωνος
υἱὸν Ἐλεάζαρον καίπερ ὑφ᾽ ἑαυτῷ πεποιημένον τὴν Ῥωμαίων λείαν
καὶ τὰ ἁρπαγέντα Κεστίου χρήματα, πρὸς οἷς πολλὰ τῶν δημοσίων
θησαυρῶν, ὅμως οὐκ ἐπέστησαν ταῖς χρείαις αὐτόν τε τυραννικὸν
ὁρῶντες καὶ τοὺς ὑπ᾽ αὐτῷ ζηλωτὰς δορυφόρων ἔθεσι χρωμένους.
[565]
κατ᾽ ὀλίγον γε μὴν ἥ τε χρεία τῶν χρημάτων καὶ γοητεύων Ἐλεάζαρος
ἐκπεριῆλθε τὸν δῆμον ὥστε αὐτῷ πειθαρχεῖν περὶ τῶν ὅλων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.