previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[68]

Μετὰ δ᾽ ἡμέρας δύο τῶν προκοιτούντων τινὲς ἐπὶ τοῖς χώμασι φυλάκων εἴκοσι συνελθόντες προσποιοῦνται μὲν τὸν τοῦ πέμπτου τάγματος σημαιαφόρον καὶ δύο τινὰς τῶν ἐν ταῖς ἴλαις ἱππέων καὶ σαλπικτὴν ἕνα, κατὰ δὲ ὥραν τῆς νυκτὸς ἐνάτην προσβαίνουσι μὲν ἡσυχῆ διὰ τῶν ἐρειπίων ἐπὶ τὴν Ἀντωνίαν, ἀποσφάξαντες δὲ τοὺς πρώτους τῶν φρουρῶν κοιμωμένους κρατοῦσι τοῦ τείχους καὶ τῷ σαλπικτῇ σημαίνειν ἐκέλευσαν. [69] πρὸς τῶν μὲν ἄλλων φυλάκων ἐξανάστασις αἰφνίδιος ἦν καὶ φυγὴ πρίν τινα τὸ πλῆθος ἐπιδεῖν τῶν ἐπιβεβηκότων: τε γὰρ φόβος καὶ σάλπιγξ φαντασίαν αὐτοῖς τοῦ πλῆθος ἀναβεβηκέναι πολεμίων παρεῖχε. [70] Καῖσαρ δὲ τοῦ σημείου κατακούσας ἐξοπλίζει τήν τε δύναμιν διὰ τάχους καὶ μετὰ τῶν ἡγεμόνων πρῶτος ἀναβαίνει τοὺς ἐπιλέκτους ἔχων. [71] καταπεφευγότων δὲ Ἰουδαίων εἰς τὸ ἱερὸν καὶ αὐτοὶ διὰ τῆς διώρυγος εἰσέπιπτον, ἣν Ἰωάννης ἐπὶ τὰ χώματα τῶν Ῥωμαίων ὑπώρυξε. [72] καὶ διαστάντες ἀπ᾽ ἀμφοτέρων οἱ στασιασταὶ τῶν ταγμάτων, τοῦ τε Ἰωάννου καὶ τοῦ Σίμωνος, εἶργον αὐτοὺς οὐδεμίαν οὔτε ἰσχύος οὔτε προθυμίας ἐλλείποντες ὑπερβολήν: [73] πέρας γὰρ ἁλώσεως ὑπελάμβανον τὸ Ῥωμαίους παρελθεῖν εἰς τὸ ἅγιον, δὴ κἀκεῖνοι τοῦ κρατεῖν ἀρχήν. [74] συρρήγνυται δὲ περὶ τὰς εἰσόδους μάχη καρτερά, τῶν μὲν καταλαβέσθαι καὶ τὸ ἱερὸν εἰσβιαζομένων, τῶν δὲ Ἰουδαίων ἐξωθούντων αὐτοὺς ἐπὶ τὴν Ἀντωνίαν. [75] καὶ τὰ βέλη μὲν ἦν ἀμφοτέροις ἄχρηστα καὶ τὰ δόρατα, σπασάμενοι δὲ τὰ ξίφη συνεπλέκοντο, καὶ περὶ τὴν συμβολὴν ἄκριτον ἦν ὁποτέρωθεν ἕκαστοι μάχοιντο, πεφυρμένων μὲν τῶν ἀνδρῶν καὶ περὶ τὴν στενοχωρίαν διηλλαγμένων, τῆς δὲ βοῆς ἀσημάντου προσπιπτούσης διὰ τὸ μέγεθος. [76] φόνος τε ἦν ἑκατέρωθεν πολύς, καὶ τῶν πεσόντων τά τε σώματα καὶ τὰς πανοπλίας πατοῦντες ἔθραυον οἱ μαχόμενοι. [77] ἀεὶ δ᾽ ἐφ᾽ ὁπότερον βρίσειεν ῥέων πόλεμος, παρακέλευσις μὲν ἦν τῶν πλεονεκτούντων, οἰμωγαὶ δὲ τῶν τρεπομένων. οὔτε δὲ αἱ φυγαὶ τόπον εἶχον οὔτε αἱ διώξεις, ἀλλ᾽ ἀγχώμαλοι ῥοπαὶ καὶ μετακλίσεις μεμιγμένης ἐγίνοντο τῆς παρατάξεως. [78] τοῖς δ᾽ ἔμπροσθεν γινομένοις τοῦ θνήσκειν τοῦ κτείνειν ἀνάγκη παρῆν οὐκ οὔσης ἀναφυγῆς: οἱ γὰρ κατὰ νώτου πρόσω βιαζόμενοι τοὺς σφετέρους παρ᾽ ἀμφοῖν οὐδὲ τῇ μάχῃ μεταίχμιον κατέλειπον. [79] πλεονεκτούντων δὲ τῶν Ἰουδαίων τοῖς θυμοῖς τὴν Ῥωμαίων ἐμπειρίαν καὶ κλινομένης καθάπαν ἤδη τῆς παρατάξεως, ἀπὸ γὰρ ἐνάτης ὥρας τῆς νυκτὸς εἰς ἑβδόμην τῆς ἡμέρας ἐπολέμουν, [80] οἱ μὲν ἀθρόοι καὶ τὸν τῆς ἁλώσεως κίνδυνον ἔχοντες ἀνδρείας ἐφόδιον Ῥωμαῖοι δὲ μέρει τῆς δυνάμεως, οὔπω γὰρ ἐπαναβεβήκει τὰ τάγματα, κἀκείνοις ἐπανεῖχον οἱ μαχόμενοι τότε, κρατεῖν τῆς Ἀντωνίας ἀποχρῆν ἐπὶ τοῦ παρόντος ἐδόκει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: