previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[39]

Καὶ μὲν τοῖς κατασκευασθεῖσιν ἐξ ἀσεβείας ὀργάνοις κρατήσειν ἤλπισε τῶν ἐχθρῶν, δὲ θεὸς ἄχρηστον αὐτῷ τὸν πόνον ἀπέδειξε πρὶν ἐπιστῆσαί τινα τῶν πύργων Ῥωμαίους ἐπαγαγών. [40] γὰρ δὴ Τίτος ἐπειδὴ τὰ μὲν συνήγαγε τῆς δυνάμεως πρὸς αὑτόν, τοῖς δὲ ἐπὶ Ἱεροσολύμων συναντᾶν ἐπέστειλεν, ἐξήλαυνε τῆς Καισαρείας. [41] ἦν δὲ τρία μὲν τὰ πρότερον αὐτοῦ τῷ πατρὶ συνδῃώσαντα τὴν Ἰουδαίαν τάγματα καὶ τὸ πάλαι σὺν Κεστίῳ πταῖσαν δωδέκατον, ὅπερ καὶ ἄλλως ἐπίσημον δι᾽ ἀνδρείαν ὑπάρχον τότε κατὰ μνήμην ὧν ἔπαθεν εἰς ἄμυναν ᾔει προθυμότερον. [42] τούτων μὲν οὖν τὸ πέμπτον δι᾽ Ἀμμαοῦς ἐκέλευσεν αὐτῷ συναντᾶν καὶ διὰ Ἱεριχοῦντος τὸ δέκατον ἀναβαίνειν, αὐτὸς δ᾽ ἀνέζευξε μετὰ τῶν λοιπῶν, πρὸς οἷς αἵ τε τῶν βασιλέων συμμαχίαι πολὺ πλείους καὶ συχνοὶ τῶν ἀπὸ τῆς Συρίας ἐπίκουροι συνῆλθον. [43] ἀνεπληρώθη δὲ καὶ τῶν τεσσάρων ταγμάτων ὅσον Οὐεσπασιανὸς ἐπιλέξας Μουκιανῷ συνέπεμψεν εἰς Ἰταλίαν ἐκ τῶν ἐπελθόντων μετὰ Τίτου. [44] δισχίλιοι μὲν γὰρ αὐτῷ τῶν ἀπ᾽ Ἀλεξανδρείας στρατευμάτων ἐπίλεκτοι, τρισχίλιοι δὲ συνείποντο τῶν ἀπ᾽ Εὐφράτου φυλάκων. [45] φίλων δὲ δοκιμώτατος εὔνοιάν τε καὶ σύνεσιν Τιβέριος Ἀλέξανδρος, πρότερον μὲν αὐτοῖς τὴν Αἴγυπτον διέπων, [46] τότε δὲ τῶν στρατευμάτων ἄρχων, κριθεὶς ἄξιος ἐξ ὧν ἐδεξιώσατο πρῶτος ἐγειρομένην ἄρτι τὴν ἡγεμονίαν καὶ μετὰ πίστεως λαμπρᾶς ἐξ ἀδήλου τῇ τύχῃ προσέθετο, σύμβουλός γε μὴν ταῖς τοῦ πολέμου χρείαις ἡλικίᾳ τε προύχων καὶ κατ᾽ ἐμπειρίαν εἵπετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: